# Quaestiones in libros Regnorum et Paralipomenon 80.685

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.685

μημένοις, τὰ τῆς θείας λειτουργείας ἀπετίθεντο σκεύη. Τοῦ δὲ τοῦ ναοῦ προπύλαιον, ὅπερ Αἰλὰμ ὠνόμασται τῇ Ἑβραίων φωνῇ, ἰσόμετρον μὲν εἶχε τῷ πλάτει τοῦ ναοῦ τὸ μῆκος, δέκα δὲ πήχεων τὸ εὖρος. Φωταγωγοὺς δὲ ὁ ναὸς εἶχεν, ἔνδοθεν μὲν εὐρείας, ἔξωθεν δὲ στενὰς ἄγαν, διατρήτοις δὲ λίθοις κεκαλυμμένας. Τοῦτο γὰρ δηλοῖ τὸ, «Ἐποίησε τῷ οἴκῳ θυρίδας δικτυωτὰς κρυπτάς.» Μέλαθρα δὲ καλεῖ, τοὺς ἐν κύκλῳ τοῦ ναοῦ δεδομημένους οἰκίσκους· θαυμαζέτω δὲ μηδεὶς, εἰ πενταπήχεις μὲν οἱ ἐπίπεδοι ἦσαν, ἑξαπήχεις δὲ οἱ διώροφοι, ἑπταπήχεις δὲ οἱ τριώροφοι. Οἱ τοῖχοι γὰρ ἦσαν εὐρύτεροι κάτω, ὥστε φέρειν τῆς οἰκοδομίας τὸ βάρος. Ἀφαιρουμένου δὲ κατὰ μέρος τοῦ εὔρους, προσετέθη τοῖς μὲν διωρόφοις ὁ πῆχυς, τοῖς δὲ τριωρόφοις οἱ δύο. Τοῦτο δὲ καὶ ὁ ἱστοριογράφος ἐδίδαξεν, ὅτι διάστημα ἔδωκε τῷ τοίχῳ κύκλοθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλάβωνται τῶν τοίχων τοῦ οἴκου. Ἰώσηπος μέντοι φησὶ, καὶ αὐτὸν τὸν ναὸν διώροφον γεγενῆσθαι, καὶ πᾶν τὸ ὕψος ἑκατὸν εἴκοσι πήχεις εἶναι. Τοῦτο δὲ καὶ τῶν Παραλειπομένων ἡ βίβλος διδάσκει. ΕΡΩΤ. ΚΔʹ. Πῶς νοητέον τὸ, «Σφύρα καὶ πέλυξ, καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν;» Καὶ ἤδη ἔφην, ὅτι τὸν ναὸν ἐξ αὐτοφυῶν ᾠκοδόμησε λίθων· τοὺς δέ γε τμητοὺς λίθους, δι' ὧν τοῦ ναοῦ τὸν περίβολον κατεσκεύασεν, ἐν τῷ ὄρει ξεσθῆναι καὶ ἀλλήλοις συναρμοθῆναι προσέταξεν, ἵνα μηδεμίας λοιπὸν ἐργασίας προσδεηθῶσι. Καὶ ἐνταῦθα δὲ ὁ συγγραφεὺς ᾐνίξατο, ὡς ὑπερῷα εἶχεν ὁ ναός. «Εἱλικτὴ γὰρ, φησὶν, ἦν ἡ ἀνάβασις εἰς τὴν μέσην, καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα.» Εὐρύτατος γὰρ ὁ τοῖχος ὢν κοχλιώδη τὴν ἀνάβασιν εἶχε· τοῦτο γὰρ εἶπεν εἱλικτήν. Σανίσι δὲ αὐτὸν κεδρίναις συνεκάλυψεν ἅπαντα· καὶ πάλιν χρυσῷ τὰς σανίδας κατέκρυψεν. Ἐνδέσμους δὲ τὰς ἱμαντίας ἐκάλεσεν. Ἔφη δὲ ταύτας ἐκ κέδρου κατεσκευά-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
