# Quaestiones in libros Regnorum et Paralipomenon 80.688

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.688

σθαι, καὶ κατὰ πέντε λίθων πήχεις· ταύταις ἅπασαν τὴν οἰκοδομίαν δεθῆναι. Ὅτι δὲ ἑξήκοντα πήχεων ἦν ὁ ναὸς, ἐντεῦθεν καταμαθεῖν εὐπετές. Εἰρηκὼς γὰρ ἤδη, ὅτι τεσσαράκοντα πήχεων ἦν τὸ μῆκος, μετὰ ταῦτα πάλιν ἐπήγαγε· «Καὶ ᾠκοδόμησε τοὺς εἴκοσι πήχεις, ἀπ' ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν, ἀπὸ ἐδάφους ἕως τῶν δοκῶν, καὶ ἐποίησεν ἕως τοῦ Δαβεὶρ τὸν τοῖχον εἰς τὰ Ἅγια τῶν ἁγίων. Καὶ τεσσαράκοντα πήχεων ἦν αὐτὸς ὁ ναὸς ὁ καταπρόσωπον τοῦ Δαβείρ· ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν, τοῦ δοῦναι ἐκεῖ τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου. Εἴκοσι πήχεων τὸ μῆκος, καὶ εἴκοσι πήχεων τὸ πλάτος, καὶ εἴκοσι πήχεων τὸ ὕψος αὐτοῦ, καὶ περιέσχεν αὐτὸ χρυσίῳ συγκεκλεισμένον.» Οὐκοῦν τεσσαράκοντα μὲν πήχεων ἦν τὰ λεγόμενα Ἅγια· εἴκοσι δὲ τὰ Ἅγια τῶν ἁγίων. Ταῦτα δὲ καὶ Δαβεὶρ ὠνόμαστο. Τοῦτο καὶ ἐν τοῖς ἑξῆς σαφέστερον ἴδοι τις ἄν. «Ἐποίησε γὰρ, φησὶ, θυσιαστήριον κατὰ πρόσωπον τοῦ Δαβείρ.» Τὸ γὰρ θυσιαστήριον τοῦ θυμιάματος πρὸ τοῦ καταπετάσματος ἔκειτο, ἔνθεν μὲν ἔχον τὴν τράπεζαν, ἔνθεν δὲ τὴν λυχνίαν. Εἶτα πάλιν ἐδίδαξεν ἡμᾶς, ὡς Δαβεὶρ τὰ Ἅγια τῶν ἁγίων καλεῖ. «Ἐποίησε γὰρ, φησὶ, τῷ Δαβεὶρ δύο Χερουβίμ.» Τούτων δὲ ἕκαστος δεκάπηχυς ἦν, ὥστε θάτερον μὲν τῶν πτερῶν τοῖς τοίχοις πελάζειν, τὰς δὲ τῶν ἑτέρων ἀρχὰς ἀλλήλοις συνάπτεσθαι, καὶ συγκαλύπτειν τὴν κιβωτόν· πάντα μέντοι χρυσῷ συνεκεκάλυπτο· καὶ ὁ ὄροφος, καὶ τὸ ἔδαφος, καὶ τὰ Χερουβὶμ, καὶ οἱ τοῖχοι, καὶ αἱ θύραι· ὥστε μηδεμίαν ἑτέραν ἔνδον ὕλην ὁρᾶσθαι. Ὥσπερ δὲ τὰ ἔνδον διχῆ διῄρητο· οὕτω δὴ καὶ τὰ ὕπαιθρα. Τούτων γὰρ τὰ μὲν ἦν βατὰ παντὶ τῷ λαῷ, τὰ δὲ τοῖς ἱερεῦσι καὶ τοῖς Λευΐταις. Διεῖργε δὲ τούτους ἀπ' ἐκείνων θριγκίον οὐχ ὑψηλὸν, ὥστε καὶ τοὺς ἀπεσχοινισμένους τῶν ἔνδον, ἔξωθεν θεωρεῖν τὴν τῶν θυσιῶν ἱερουργίαν. Κατεσκεύασε δὲ καὶ δύο στύλους ἐξ ὕλης χαλκοῦ, ἀξιοθέατον καὶ εἶδος καὶ μέγεθος ἔχοντας. Τὸ μὲν γὰρ ὕψος, δίχα τῶν κεφαλίδων, ὀκτωκαίδεκα πήχεων ἦν, τεσσαρεσκαίδεκα δὲ εἶχεν ὁ κύκλος. Τούτοις καὶ κεφαλίδας ἐκ τῆς αὐτῆς ὕλης ἐπέθηκε, καὶ κρίνα μέγιστα ταῖς κεφαλίσι, καὶ δικτυοειδῆ τινα κόσμον ῥόας ἐξηρτημένας ἔχοντα. Ἐκόσμουν δὲ τὸ προπύλαιον οὗτοι, μέλαθρον φέροντες ἐκ τῆς αὐτῆς ὕλης πεποιημένον. Μέλαθρον δὲ κέκληκε τὸ νῦν παρά τινων ἐπίστυλον προσαγορευόμενον. Τοῦτο δὲ καὶ ἡ ἱστορία δεδήλωκεν, εἰποῦσα· «Ἐπίθεμα τὸ μέλαθρον, ἐπ' ἀμφοτέρων

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
