# Quaestiones in libros Regnorum et Paralipomenon 80.700

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.700

ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνον Ἰσραὴλ, τοῦ στῆσαι αὐτὸν εἰς τὸν αἰῶνα· καὶ ἔθετό σε βασιλέα ἐπ' αὐτοὺς, τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ, καὶ ἐν κρίμασιν αὐτοῦ.» Ἐγὼ δὲ τῆς ἀποστολικῆς ἀνεμνήσθην διδασκαλίας, ἣ τοὺς δίχα νόμου δικαιωθέντας ἐθαύμασεν· «Ὅταν γὰρ, φησὶν, ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος.» Καὶ αὕτη γὰρ ἀλλόφυλος οὖσα, καὶ μήτε νόμον δεξαμένη θεῖον, μήτε προφητικῆς ἀπολαύσασα γεωργίας, ἠρκέσθη τῷ τῆς φύσεως νόμῳ, καὶ τὴν δικαιοσύνην ἐθαύμασε, καὶ τὴν δικαίαν κρίσιν εὐφήμισε, καὶ διὰ τοῦ δεξαμένου τῆς σοφίας τὸ δῶρον, τὸν μεγαλόδωρον ὕμνησεν. ΕΡΩΤ. ΛΔʹ. Τίνα διαφορὰν ἡ ναύλα πρὸς τὴν κινύραν ἔχει; Ἀνὰ δέκα μὲν φθόγγους καὶ αὕτη κἀκείνη ἔχει. Φασὶ δὲ τὴν μὲν ναύλαν δακτύλοις, τὴν δὲ κινύραν ἀνακρούεσθαι πλήκτρῳ. ΕΡΩΤ. ΛΕʹ. Ξύλα ἀπελέκητα ποῖα καλεῖ; Οἶμαι ὅτι τὰ λεῖα, καὶ ὀρθὰ, καὶ ὄζων ἀπηλλαγμένα. Ὁ δὲ Ἰώσηπος πεύκινα αὐτὰ εἴρηκεν, ἥκιστα τοῖς παρ' ἡμῖν ἐοικότα πευκίνοις. Τοῦ συκίνου γὰρ ξύλου καὶ λευκότερα εἶναι, καὶ λειότερα, καὶ στρυφνότερα εἴρηκε. ΕΡΩΤ. Λϛʹ. Ποία πόλις ἐστὶν ἡ Θαρσεῖς; Ἐνταῦθα Ἰνδικήν τινα χώραν ὠνόμασεν. Οἱ δὲ τὸν Ἐζεκιὴλ ἑρμηνεύσαντες, τὴν Καρχηδόνα τῆς γῆς Λιβύης προκαθημένην οὕτως ἐκάλεσαν. Σολομὼν μέντοι ὁ πολυθρύλλητος, ὁ τοσούτων παρὰ τοῦ Θεοῦ δωρεῶν ἀξιωθεὶς, καὶ τοὺς βασιλεῖς τοὺς πελάζοντας ὑποτελεῖς ἐσχηκὼς, καὶ τοῖς ἀπὸ τοῦ Εὐφράτου μέχρι Νείλου δασμὸν ἐπιθεὶς, τῶν θείων δωρεῶν ἐπελήσθη. Λαγνίστατος γὰρ γενόμενος, παμπόλλαις μὲν ὡμίλησε γυναιξίν· Οὐκ ἠρκέσθη δὲ τοῖς ἐγχωρίοις, ἀλλὰ παρὰ τὸν νόμον καὶ ἀλλοφύλους ἠγάγετο. Πρῶτον μὲν τοῦ Φαραὼ τὴν θυγατέρα, ἔπειτα δὲ Μωαβίτιδας, καὶ Σύρας, καὶ Ἰδουμαίας, καὶ Ἀμοῤῥαίας, ἐξ ὧν ἀπηγόρευσεν ὁ Θεὸς τὰς ἐπιγαμίας ποιεῖσθαι, ἵνα μὴ ὁ περὶ ταύτας ἔρως δουλεῦσαι τοῖς τούτων ἀναγκάσῃ θεοῖς. Τοῦτο γὰρ καὶ οὗτος

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
