Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.701
Not analysed yet
ὑπέμεινε. ᾨκοδόμησε γὰρ ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ Μελχὼλ εἰδώλῳ υἱῶν Ἀμμὼν, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων. «Καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις. Ἐθυμία καὶ ἔθυε τοῖς εἰδώλοις αὐτῶν.» Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ «Ἐθυμίων, εἶπον, καὶ ἔθυον.» Δῆλος δὲ ὁ λόγος, ὅτι αὐτὸς μὲν ᾠκοδόμησεν αὐταῖς τὰ τεμένη, ἐκεῖναι δὲ τοῖς εἰδώλοις ἐλάτρευον. Ἀλλ' οὐδὲ οὕτω τῆς κατηγορίας ἦν ἐλεύθερος. «Ἐποίησε γὰρ, φησὶν, ὁ Σολομὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς Δαβὶδ ὁ πατὴρ αὐτοῦ. Καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομῶντι, ὅτι ἐξέκλινε τὴν καρδίαν ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς, καὶ ἐντειλαμένου αὐτῷ περὶ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἀλλοτρίων, καὶ φυλάξαι καὶ ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος. Οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαβὶδ τοῦ πατρὸς αὐτοῦ.» Εἰς ἐπίτασιν δὲ κατηγορίας, τῆς θείας ἀποκαλύψεως τῆς δὶς γενομένης ἐμνήσθη. Οὐδὲ γὰρ δι' ἄλλου προφήτου, φησὶ, τὸ πρακτέον αὐτῷ ὑπέδειξεν· ἀλλ' αὐτὸς αὐτῷ πρὸ πάντων ἀπηγόρευσε τῶν ψευδωνύμων θεῶν τὴν λατρείαν· εἶτα καὶ τοὺς ἄλλους νόμους φυλάττειν ἐκέλευσεν. Ἐπειδὴ δὲ διὰ τῆς ἀκολασίας εἰς ἀσέβειαν ἀπέκλινε, καὶ γέγονεν ἡ λαγνεία τῆς τῶν εἰδώλων πρόξενος θεραπείας, τῆς οἰκείας κηδεμονίας αὐτὸν ἐγύμνωσεν. «Διαῤῥήξω γὰρ, ἔφη, τὴν βασιλείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.» Εἶτα δείκνυσι τὴν ἄμετρον ἀγαθότητα· «Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα διὰ Δαβὶδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν.» Σὺ μὲν γὰρ ἔχεις ἐπικουροῦντα τὸν πατέρα· ἐκεῖνος δὲ πατρικῆς βοηθείας γεγύμνωται. «Πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω. Ἓν σκῆπτρον δώσω τῷ υἱῷ σου, διὰ Δαβὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἱερουσαλὴμ, τὴν πόλιν ἣν ἐξελεξάμην.» Προσθήσω, φησὶ, τὸν Βενιαμὶν τῇ τοῦ Ἰούδα φυλῇ. Μάλα δὲ εἰκότως συνῆψε τὰς δύο φυλάς· τὸ μὲν γὰρ βασιλικὸν γένος εἶχεν ἡ τοῦ Ἰούδα, τὸν δὲ θεῖον ναὸν ἡ τοῦ Βενιαμίν. Τῆς γὰρ Ἱερουσαλὴμ ὁ κλῆρος τῆς Βενιαμίτιδος ὑπῆρχε φυλῆς. Ἐντεῦθεν δὲ λέγει τοὺς ἐπαναστάντας πολεμίους τῷ Σολομῶντι, ὅτι ἕως μὲν τῆς θείας ἀπήλαυε προμηθείας, ἐν εἰρήνῃ καὶ γαλήνῃ διῆγε, πάντας ἔχων ὑποκειμένους, καὶ δασμὸν κομίζοντας ὅτι μάλιστα πλεῖστον. Ἐπειδὴ δὲ ταύτης ἐγυμνώθη, τοῖς δυσμενέσιν εὐεπιχείρωτος γέγονεν.