# Quaestiones in libros Regnorum et Paralipomenon 80.704

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.704

ΕΡΩΤ. ΛΖʹ. Τίνα λέγει Σατᾶν; Τὸν ἀποστάτην, τὸν ἀνθιστάμενον, τὸν ἐναντιούμενον. Ὅτι δὲ δύο φυλὰς τῇ Δαβιδικῇ καταλέλοιπε βασιλείᾳ, τὰ ἑξῆς δηλοῖ. Ἀχιὰ γὰρ ὁ προφήτης ὁ Σιλωνίτης διελὼν τὴν ἀμπεχόνην εἰς δυοκαίδεκα μόρια, δέκα λαβεῖν προσέταξε τῷ Ἱεροβοάμ. Εἶτα λύει τὸ αἴνιγμα· «Ἰδοὺ ἐγὼ ῥήξω τὴν βασιλείαν ἐκ χειρὸς Σολομῶντος, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, καὶ δύο σκῆπτρα δώσω αὐτῷ διὰ Δαβὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐμαυτῷ ἐκ πασῶν φυλῶν Ἰσραὴλ, ἀνθ' οὗ ἐγκατέλιπέ με, καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ Μελχὸλ προσοχθίσματι υἱῶν Ἀμμών.» Ἐκ τούτων δῆλόν ἐστι, ὅτι καὶ αὐτὸς τοῖς εἰδώλοις ἐλάτρευσεν. ΕΡΩΤ. ΛΗʹ. Τί ἐστιν, «Ὅπως ἡ θέλησις Δαβὶδ τοῦ δούλου μου διαμείνῃ πάσας τὰς ἡμέρας ἐνώπιόν μου ἐν Ἱερουσαλὴμ, τῇ πόλει ἣν ἐξελεξάμην ἐμαυτῷ, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ;» Ἄνωθεν, φησὶ, προϊδὼν τὴν τοῦ Δαβὶδ ἀρετὴν, ἐξελεξάμην αὐτὸν, καὶ εὐδόκησα ἐν αὐτῷ· τοῦτο γὰρ λέγει θέλησιν· καὶ ὥρισα καὶ αὐτὸν, καὶ τὸ γένος αὐτοῦ, βασιλεύειν τῆς Ἱερουσαλὴμ, ἐν ᾗ ἠβουλήθην τὸ ἐμὸν ὄνομα σέβεσθαι. Ὁ δὲ ἱστοριογράφος τὰ κατὰ τὸν Σολομῶντα πεπληρωκὼς ἐπήγαγε· «Καὶ τὰ λοιπὰ τῶν λόγων Σολομῶντος, καὶ πάντα ὅσα ἐποίησε, καὶ πᾶσα ἡ φρόνησις αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βίβλῳ λόγων τῶν Ἡμερῶν Σολομῶντος;» Τοῦτο δὲ καὶ ἡ τῶν Παραλειπομένων βίβλος δηλοῖ, ἑτέραν εἶναι βίβλον ταῦτα σημαίνουσαν. Ἐβασίλευσε δὲ κατὰ μὲν τὴν Γραφὴν τεσσαράκοντα ἔτη· κατὰ δὲ τὸν Ἰώσηπον, ὀγδοήκοντα· ἐτελεύτησε δὲ, ὡς ἐκεῖνος ἔφησε, τεττάρων καὶ ἐνενήκοντα. Τούτου δὲ τελευτήσαντος, τὴν βασιλείαν Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ διεδέξατο. ΕΡΩΤ. ΛΘʹ. Τί ἐστιν, «Ἡ σμικρότης μου παχυτέρα ἐστὶ τῆς ὀσφύος τοῦ πατρός μου;» Τῶν Παραλειπομένων ἡ βίβλος σαφέστερον τοῦτο δηλοῖ· «Ὁ βραχύτατος γάρ μου, φησὶ, δάκτυλος παχύτερος τῆς ὀσφύος τοῦ πατρός μού ἐστιν.» Οὕτω δὲ καὶ ὁ Σύρος ἡρμήνευσε· καὶ Ἰώσηπος ὡσαύτως.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
