# Quaestiones in libros Regnorum et Paralipomenon 80.709

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.709

ἐχειροτόνησε. Τοῦτο μόνον κατὰ λόγον πεποιηκώς· οὐ γὰρ ἔδει τοῦ Θεοῦ τοὺς ἱερέας τοῖς οὐκ οὖσι λατρεύειν θεοῖς. ΕΡΩΤ. ΜΓʹ. Εἰ τὴν ἑορτὴν τοῦ Ἰούδα ἐποίησεν Ἱεροβοὰμ ἐν Βαιθὴλ, πῶς ἔφη ὁ συγγραφεὺς, «Ἐν τῇ ἑορτῆ ἣν ἐπλάσατο ἀπὸ καρδίας αὑτοῦ·» Τῇ πεντεκαιδεκάτῃ τοῦ ἑβδόμου μηνὸς ἐπιτελεῖν εἰώθασι κατὰ τὸν νόμον τῆς σκηνοπηγίας τὴν ἑορτήν· οὗτος δὲ τῇ πεντεκαιδεκάτῃ τοῦ ὀγδόου μηνὸς τῶν δαμάλεων ἐπετέλεσε τὴν πανήγυριν. Ἀλλ' οὐδὲ οὕτως παρεῖδεν αὐτὸν πλανώμενον ὁ φιλάνθρωπος Κύριος. Ἀπέστειλε γὰρ προφήτην, ἐντειλάμενος αὐτῷ, μηδὲν μὲν πρὸς ἐκεῖνον εἰπεῖν, τῷ ἀψύχῳ δὲ θυσιαστηρίῳ προσενεγκεῖν τὴν ἀπόφασιν· «Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαβὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερέας τῶν ὑψηλῶν, καὶ τοὺς θύοντας ἐπὶ σέ· καὶ ὀστᾶ ἀνθρώπων κατακαύσει ἐπὶ σέ.» Εἶτα δίδωσι πέρας τῇ θαυματουργίᾳ, δεικνὺς τῶν εἰρημένων τὸ ἀψευδές· «Ἰδοὺ γὰρ, ἔφη, ῥαγήσεται τὸ θυσιαστήριον, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ οὖσα ἐπ' αὐτῷ.» Ἀλλ' ὁ παμπόνηρος ἐκεῖνος, δέον ἐκπλαγῆναι τοῦ προφήτου τὸ θαῦμα, καὶ δεῖσαι τὸν πεπομφότα, ἐκτείνας τὴν χεῖρα συλληφθῆναι τὸν προφήτην προσέταξεν· ἀλλ' ἔμεινε τὸ τῆς ἐκτάσεως ἔχουσα σχῆμα ἡ χεὶρ, τῶν μυῶν καὶ τῶν νεύρων διαλυθέντων. Καὶ τοῦ μὲν βωμοῦ τὸ πάθος αὐτὸν οὐ κατέπληξε· τὸ δὲ τῆς χειρὸς ἄγαν ἠνίασε. Λίαν δὲ ἠλίθιος ὢν, προφήτην ἱκέτευσεν αἰτῆσαι αὐτῷ παρὰ τοῦ πεπομφότος, οὐ τῆς παρανομίας τὴν ἄφεσιν, ἀλλὰ τῆς χειρὸς τῆς ξηρανθείσης τὴν ἴασιν. Ἔδειξε δὲ καὶ ὁ προφήτης τὸ ἥμερον, καὶ ὁ Θεὸς τὸ φιλάνθρωπον. Καὶ οὗτος γὰρ ᾔτησε· καὶ ὁ Θεὸς τὴν ἴασιν ἔδωκεν. Ὁ δέ γε προφήτης φενακισθεὶς ἀνιαροῖς περιέπεσεν· ὁ μὲν γὰρ βασιλεὺς αὐτὸν κοινωνῆσαί οἱ τραπέζης ἀξιώσας οὐκ ἔπεισεν. Ἔφη γὰρ τὸν πεπομφότα προστεταχέναι, μὴ τροφῆς, μὴ ποτοῦ μεταλαβεῖν ἐν ἐκείνῃ τῇ γῇ. Ἄλλος δέ τις προφήτης, ὅν τινες ψευδοπροφήτην νομίζουσι, λόγοις αὐτὸν ἐξαπατήσας μεταλαβεῖν σιτίων ἀνέπεισεν. Ἐγὼ δὲ τοῦ Θεοῦ μὲν καὶ τὸν ἄλλον προφήτην ὑπείληφα· ψευδέσι δὲ χρήσασθαι λόγοις πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, οὐχ ἵνα τοῦτον βλάψῃ, ἀλλ' ἵνα αὐτὸς μεταλάβῃ τῆς εὐλογίας. Τοῦτο γὰρ ἡ ἱστορία διδάσκει. Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι προφήτης καὶ πρεσβύτης κατῴκει ἐν Βαιθήλ· ἀλλὰ «καὶ προφήτης ἄλλος πρεσβύτης κατῴκει ἐν Βαιθήλ.» Δηλοῖ δὲ προφήτην ὄντα, καὶ οὐ ψευδο-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
