# Quaestiones in libros Regnorum et Paralipomenon 80.717

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.717

αὐτῶν θυρεοὺς χαλκοῦς, καὶ κατέστησεν ἐπὶ χεῖρας ἀρχόντων τῶν παρατρεχόντων, τῶν φυλασσόντων τὰς θύρας τοῦ οἴκου τοῦ βασιλέως. Καὶ ἐγένετο ἀπὸ ἱκανοῦ, ἐν τῷ εἰσπορεύεσθαι τὸν βασιλέα εἰς οἶκον Κυρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες, καὶ οἱ παρατρέχοντες· καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων, ἐλάμβανον τοὺς θυρεοὺς, καὶ ἀποκαθίστων εἰς τὴν τάξιν τῶν παρατρεχόντων.» Ἐδίδοτο, φησὶ, τοῖς δορυφόροις καὶ ἀσπιδηφόροις τοῖς περὶ τὸν βασιλέα, οἳ παρὰ τὰς θύρας τῶν βασιλείων ἑστῶτες τὰς εἰσόδους ἐφρούρουν. Προϊόντος δὲ τοῦ βασιλέως, οἱ μὲν προηγοῦντο, οἱ δὲ παρέτρεχον. Ἡνίκα δὲ εἰς τὸν ναὸν παρεγένετο, ἀπήντων οἱ ἐπιστρέφοντες, ἀντὶ τοῦ, οἱ τοῦ ναοῦ φύλακες, καὶ ἐδέχοντο ταῦτα παρ' αὐτῶν, καὶ αὐτοὶ ταῦτα κατέχοντες πρὸ τῆς πύλης εἱστήκεισαν τοῦ νεὼ, ἵνα τὰ μὲν ὅπλα μείνῃ πρὸ τῶν θυρῶν, οἱ δὲ ταῦτα κομίζοντες σὺν τῷ βασιλεῖ τὸν Θεὸν προσκυνήσωσιν. Εἰκὸς δὲ καὶ οἶκον γενέσθαι πρὸ τῶν θυρῶν, ὥστε τοῦ βασιλέως ἀφικνουμένου, τοὺς ὁπλοφόρους ἐκεῖ τὰ ὅπλα ἀποτίθεσθαι. ΕΡΩΤ. ΜΖʹ. Πῶς νοητέον τὸ, ὅτι «Διὰ Δαβὶδ ἔδωκεν αὐτῷ ὁ Θεὸς κατάλειμμα, ἵνα στήσῃ τὰ τέκνα αὐτοῦ μετ' αὐτόν;» Διηγησάμενος καὶ τοῦ Ῥοβοὰμ καὶ τοῦ Ἀβιᾶ τὴν ἀσέβειαν, τοῖσδε τοῖς λόγοις ἐχρήσατο, διδάσκων ὡς διὰ τὸν πρόγονον μέχρι πολλοῦ τῶν ἀπογόνων τὴν βασιλείαν ἐφύλαξεν. Εἶτα ἐπαινέσας τὴν τοῦ Δαβὶδ ἀρετὴν, τῆς μιᾶς ἁμαρτίας ἐμνήσθη. «Ἐποίησε γὰρ, φησὶ, Δαβὶδ, τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἐκτὸς ἐν ῥήματι Οὐρίου τοῦ Χετθαίου.» Τοῦ δὲ Ἀβιᾶ τὰ πρῶτα ἐπῄνεσε τῶν Παραλειπομένων ἡ βίβλος· τῶν δὲ τελευταίων ὁμοίως καὶ αὐτὴ κατηγόρησε. Σαφέστερον δὲ ταῦτα δηλώσομεν ἐκείνην ἑρμηνεύοντες, σὺν Θεῷ φάναι, τὴν βίβλον. Τοῦ δὲ Ἀσᾶ τὰ πρῶτα τῆς βασιλείας ἡ τῶν Βασιλειῶν ἐπῄνεσε βίβλος. «Ἐποίησε γὰρ, φησὶν, Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς ὁ Δαβὶδ ὁ πατὴρ αὐτοῦ· καὶ ἀφεῖλε τὰς στήλας ἀπὸ τῆς γῆς, καὶ ἐξῆρε πάντα τὰ ἐπιτηδεύματα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ, καὶ τὴν Ἄνναν τὴν μητέρα αὑτοῦ μετέστη τοῦ μὴ εἶναι ἡγουμένην, καθότι ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὑτῆς· καὶ ἐξέκοψεν αὐτὰ Ἀσὰ, καὶ πάσας τὰς κατα-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
