# Quaestiones in libros Regnorum et Paralipomenon 80.720

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.720

δύσεις αὐτῆς, καὶ ἐνέπρησεν ἐν πυρὶ ἐν τῷ χειμάῤῥῳ κεδρῶν. Τὰ δὲ ὑψηλὰ οὐκ ἐξῆρε.» Πάλιν ἐνταῦθα δεδήλωκεν, ὡς τὰ μὲν τῶν εἰδώλων τεμένη κατέλυσε, καὶ πρόῤῥιζα τὰ ἄλση ἐξέκοψε· τὰ δὲ τῷ Θεῷ ἐν τοῖς ὑψηλοῖς ἀνακείμενα θυσιαστήρια καταλέλοιπε. Καὶ τοῦτο, τῆς θείας χάριτος συνεργούσης, σαφέστερον ἀποδείξομεν ἑρμηνεύοντες τὸ κατὰ τὸν Ἐζεκίαν διήγημα. Ἔδειξε μέντοι καὶ τὸν ὑπὲρ τοῦ Θεοῦ ζῆλον, καὶ τὴν μητέρα τῆς ἐξουσίας γυμνώσας, διὰ τὴν σύνοδον καὶ τὴν ἑορτὴν, ἣν ἐπετέλεσεν ἐν τῷ ἄλσει, καὶ αὐτὸ ἐκκόψας, καὶ πάντας τοὺς εἰδωλικοὺς αὐτῆς καταλύσας τόπους, καὶ πυρὶ παραδούς. Προσέθηκε δὲ, ὅτι καὶ τοὺς κίονας, οὓς καὶ αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ ἐξ ὕλης ἀργύρου κατεσκεύασε καὶ χρυσοῦ, τῶν βασιλείων ἐξενεγκὼν ἀνέθηκε τῷ Δεσπότῃ Θεῷ· καὶ ἄλλον πλεῖστον καὶ ἄργυρον καὶ χρυσὸν, ἐπίσημόν τε καὶ ἄσημον, καὶ σκεύη ἱερὰ καὶ πολύτιμα· ἀτελῆ δὲ αὐτὸν ὅμως ὠνόμασεν. Ἔφη γάρ· «Πλὴν ἡ καρδία Ἀσὰ οὐκ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ.» Καὶ τοῦτο σαφέστερον ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Πιστῶς δὲ προσευξάμενος, τὰς ἑκατὸν τῶν Αἰθιόπων κατηγωνίσατο μυριάδας, καὶ ἄρδην κατηκόντισεν ἅπαντας. Βαασὰ δὲ τοῦ τῶν δέκα φυλῶν βασιλέως ἐπιθεμένου, καὶ τὴν Ῥαμὰ ἐπιτειχίσαι πειραθέντος, καταλιπὼν τὸν Θεὸν, τὴν τῶν Σύρων ἠσπάσατο συμμαχίαν. ΕΡΩΤ. ΜΗʹ. Πῶς νοητέον· «Ἐν τῷ καιρῷ τοῦ γήρως ἐποίησεν Ἀσὰ τὸ πονηρὸν, καὶ ἐπόνεσε τοὺς πόδας αὐτοῦ;» Σαφέστερον καὶ τοῦτο τῶν Παραλειπομένων ἡ βίβλος ἐδίδαξεν. «Ἐν γὰρ τῇ ἀῤῥωστίᾳ αὐτοῦ, φησὶν, οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς.» Ἐγὼ δὲ δυοῖν θάτερον ὑπολαμβάνω, ἢ τοὺς ἐπῳδαῖς κεχρημένους καὶ μαγγανείαις κληθῆναι ἰατροὺς, ἢ ὅτι μόνον ἐπίστευσε τοῖς ἰατροῖς, τὴν εἰς τὸν Θεὸν οὐκ ἔχων ἐλπίδα. Οἱ γὰρ εὐσεβείᾳ κοσμούμενοι κέχρηνται μὲν τοῖς ἰατροῖς, ὡς ὑπουργοῖς τοῦ Θεοῦ, εἰδότες ὅτι καὶ τὴν ἰατρικὴν αὐτὸς ἔδωκε τοῖς ἀνθρώποις, ὥσπερ δὴ καὶ τὰς ἄλλας τέχνας, καὶ τὰς βοτάνας αὐτὸς ἐκ τῆς γῆς βλαστῆσαι προσέταξεν. Ἴσασι δὲ ὅμως, ὡς οὐδὲν ἰσχύει τῶν ἰατρῶν ἡ τέχνη μὴ βουλομένου Θεοῦ· ἀλλὰ τοσαῦτα δύναται, ὅσα αὐτὸς βούλεται. Τοῦ δὲ Ἱεροβοὰμ ὁ οἶκος τὴν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
