# Quaestiones in libros Regnorum et Paralipomenon 80.721

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.721

πανωλεθρίαν ὑπέμεινε, κατὰ τὴν πρόῤῥησιν Ἀχιὰ τοῦ Σιλωνίτου. «Ἐπάταξε γὰρ, φησὶ, Βαασὰ βασιλεὺς Ἰσραὴλ ὅλον τὸν οἶκον Ἱεροβοάμ· καὶ οὐχ ὑπελείπετο πᾶσα πνοὴ ἐν τῷ Ἱεροβοὰμ, ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν πάντας κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ τοῦ δούλου αὐτοῦ Ἀχιὰ τοῦ Σιλωνίτου.» Τὰ αὐτὰ δὲ καὶ Βαασὰ πέπονθε. Τὴν αὐτὴν γὰρ καὶ αὐτὸς δυσσέβειαν καὶ παρανομίαν ἠσπάσατο. Κεϊλᾶ δὲ ὁ τούτου παῖς παρὰ Ζαμβρῆ ἐδέξατο τὴν πληγήν. Οὗτος δὲ πάλιν, κατὰ τὴν γεγενημένην πρόῤῥησιν, πάντα τὸν τοῦ Βαασὰ κατέλυσεν οἶκον. Τοῦ δὲ λαοῦ τὸν Ζαμβρῆ χειροτονήσαντος βασιλέα, πολιορκούμενος ὁ Ζαμβρῆ τὸν οἶκον ἐν ᾧ διῆγεν ἐνέπρησε, καὶ σὺν ἐκείνῳ καυθεὶς τετελεύτηκε. Διδασκόμεθα δὲ διὰ τούτων ἡμεῖς, ὡς τοὺς πονηρίᾳ συζῶντας δι' ἀλλήλων Δεσπότης κολάζει Θεός. Καὶ τῷ πονηροτέρῳ τὸν πονηρὸν παραδίδωσιν, οἷόν τισι δημίοις κεχρημένος αὐτοῖς. Ἐπειδὴ δέ τινες ζητοῦσι, πόθεν οἱ Σαμαρεῖται τήνδε τὴν προσηγορίαν ἐσχήκασιν, ἐκ τῆς προκειμένης ἱστορίας τοῦτο καταμαθεῖν εὐπετές. Ἐκτήσατο γὰρ, φησὶ, Ζαμβρῆ τὸ ὄρος τῶν Σεμερῶν παρὰ Σεμμὴρ τοῦ Κυρίου αὐτοῦ δύο ταλάντων ἀργυρίου, καὶ ᾠκοδόμησε τὸ ὄρος, καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ τοῦ ὄρους, οὗ ᾠκοδόμησεν, ἐπὶ τῷ ὀνόματι Σεμμὴρ τοῦ κυρίου τοῦ ὄρους Σομόρων.» Τοιγαροῦν ἀπὸ τοῦ Σεμμὴρ τὸ ὄρος ὠνομάσθη Σομόρων, ἀπὸ δὲ τοῦ ὄρους ἡ πόλις Σαμάρεια. Σαμάρεια δέ ἐστιν ἡ νῦν Σεβαστὴ προσαγορευομένη. Ἐν ταύτῃ δὲ ἦν τῶν δέκα φυλῶν τὰ βασίλεια. Ἐξανδραποδισθεισῶν δὲ τῶν δέκα φυλῶν, καὶ τῆς γῆς ἐκείνης ἐρήμου γεγενημένης, μετέστησάν τινας ἐκ τῶν ἑῴων μερῶν εἰς ἐκείνας τὰς πόλεις τῶν Ἀσσυρίων οἱ βασιλεῖς, Οὗτοι δὲ ἐκ τῆς Σαμαρείας ὠνομάσθησαν Σαμαρεῖται. Ταῦτα περὶ Ζαμβρῆ εἰρηκὼς, ἐπὶ τὸν Ἰούδαν μετέβη· καὶ τεθαύμακε μὲν τὸν Ἰωσαφὰτ ἐν τοῖς ἄλλοις, καὶ ἔφη αὐτὸν τὸ εὐθὲς ἐνώπιον Κυρίου πεποιηκέναι. Ἐμέμψατο δὲ, ὡς τὴν ἐν τοῖς ὑψηλοῖς λατρείαν μὴ παύσαντα· ἀλλὰ καὶ τοῦ Ἀχαὰβ τὴν συγγένειαν ἀσπασάμενον. Ταῦτα δὲ σαφέστερον ἡ τῶν Παραλειπομένων βίβλος ἐδίδαξεν. Οὗ δὴ χάριν καὶ ὁ τὴν ἱστορίαν συγγεγραφὼς εἰς ἐκείνην ἡμᾶς παρέπεμψεν. ΕΡΩΤ. ΜΘʹ. Πῶς νοητέον· «Οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου Λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰούδα;» Καὶ ἐντεῦθεν δῆλον, ὡς ἅπαντα συνεγράφη τὰ τηνικαῦτα γενόμενα· καὶ ἐξ ἐκείνων τῶν βιβλίων, τὰς μὲν οὗτος ὁ συγγραφεὺς, τὰς δὲ οἱ τὰς Παραλει-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
