# Quaestiones in libros Regnorum et Paralipomenon 80.729

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.729

καὶ τοῦτο διδάσκει οὐ μόνον αὐτοῦ τὰ ῥήματα, ἀλλὰ καὶ τὰ πράγματα. Πρῶτον μὲν γὰρ ἀναιρουμένους ὑπὸ τῆς Ἰεζάβελ τοὺς προφήτας ὁρῶν, οὐ μόνον κατέκρυψεν, ἀλλὰ καὶ διέθρεψε, καὶ οὐ τρεῖς, οὐδὲ τέσσαρας, οὐδὲ πέντε, καὶ δέκα, ἀλλ' ἑκατὸν διχῆ διελών. Καὶ οὐκ ἔδεισε τῆς κρατούσης μιαιφονίαν, ἀλλὰ πάντων προετίμησε τὴν εὐσέβειαν. Ἔπειτα δὲ τὸν μέγαν Ἠλίαν ἰδὼν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπεν· «Εἰ σὺ εἶ αὐτὸς, κύριέ μου Ἠλίας;» Καὶ τὰ ἑξῆς δὲ δείκνυσιν αὐτοῦ τὴν εὐσέβειαν. «Ἔσται γὰρ, φησὶν, ὅτε ἀπέλθω ἀπὸ σοῦ, καὶ Πνεῦμα Κυρίου ἄρῃ σε εἰς γῆν ἣν οὐκ οἶδα.» Ἀνδρὸς γὰρ ταῦτα μελετῶντος τὰ θεῖα, καὶ τοῦ θείου Πνεύματος ἐπισταμένου τὴν δύναμιν. ΕΡΩΤ. Νϛʹ. Τί δήποτε, τοῦ νόμου διαγορεύοντος ἐν ἑνὶ τόπῳ λατρεύειν, ὁ Ἠλίας ἐν τῷ Καρμήλῳ θυσιαστήριον ᾠκοδόμησεν; Ὅτι «Τῷ δικαίῳ νόμος οὐ κεῖται,» κατὰ τὸν θεῖον Ἀπόστολον, «ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις.» Καὶ γὰρ τὸν Ἰσραὴλ διὰ τὴν εὐκολίαν τῆς γνώμης ἐν ἑνὶ χωρίῳ λατρεύειν ἐνομοθέτησε, ἵνα μὴ λαβόντες ἄδειαν προσκυνήσωσι καὶ τοῖς ψευδωνύμοις θεοῖς. Ὁ δὲ προφήτης δεῖξαι ἠβουλήθη τῶν μὲν λαοπλάνων δαιμόνων τὸ ἀσθενὲς, τοῦ δὲ Θεοῦ τῶν ὅλων τὸ παντοδύναμον· ἀγαγεῖν δὲ αὐτοὺς εἰς τὸν ἐν Ἱεροσολύμοις ναὸν οὐχ οἷόν τε ἦν, διχῆ τῆς βασιλείας διῃρημένης. Ὅθεν αὐτοὺς ἀνήγαγεν εἰς τὸν Κάρμηλον, ἔνθα τὰς πλείους ἐποιεῖτο διατριβάς. ΕΡΩΤ. ΝΖʹ. Πῶς νοητέον· «Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;» Καὶ τὸν Θεὸν προσεκύνουν, καὶ τοῖς εἰδώλοις ἐλάτρευον. Ὅθεν ἐπήγαγεν· «Εἰ ἔστι Κύριος ὁ Θεὸς, δεῦτε καὶ πορευθῶμεν ὀπίσω αὐτοῦ. Εἰ δὲ ὁ Βάαλ ἐστὶν, πορεύεσθε ὀπίσω αὐτοῦ.» Οὔτε ὁ Θεὸς βούλεται, φησὶ, τιμᾶσθαι τοὺς ψευδωνύμους θεοὺς, οὔτε αὐτοὶ τὸν ἀληθινὸν προσκυνεῖσθαι Θεόν. Ὑμεῖς δὲ ταῦτα κἀκεῖνα ποιεῖτε, καὶ οὐδετέρῳ φυλάττετε βεβαίαν τὴν εὔνοιαν. ΕΡΩΤ. ΝΗʹ. Τίνος ἕνεκα τοῖς ἱερεῦσι τοῦ Βάαλ τὸν πίονα βοῦν ἐκ λέξασθαι, καὶ πρώτοις ἐπιτελέσαι τὴν θυσίαν προσέταξεν; Ὁ ὄντως Θεὸς οὐδενὸς τούτων ἐνδεής ἐστιν. Ἵνα τοίνυν καταισχυνθέντες οἱ τοῦ ψεύδους ὑπηρέται μὴ εἴπωσι χαλεπαίνειν τὸν Βάαλ, ὡς μὴ τὸ πρῶτον δεξάμενον γέρας, τῶν πρωτείων αὐτοῖς παρεχώρη-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
