# Quaestiones in libros Regnorum et Paralipomenon 80.732

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.732

σεν. Ἐπεὶ δὲ καὶ τούτων γεγενημένων οὐδὲν ἐπέραινον· τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων, ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ἐπικερτομῶν αὐτοῖς ἔλεγεν ὁ προφήτης· «Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ἅμα, μήποτε ἀδολεσχία τις αὐτῷ ἐστι· μήποτε χρηματίζει αὐτὸς, ἢ μήποτε καθεύδει, καὶ ἐξαναστήσεται.» Εἰκὸς αὐτὸν, φησὶ, καθεύδειν, ἢ ἕτερά τινα πρυτανεύειν, ἢ περὶ ἄλλα σχολάζειν, ὅθεν ἑνὸς οὐκ ἐπαΐῃ καλοῦντος. Προσήκει τοίνυν κοινῇ πάντας βοῆσαι, ἵνα τὸ μέγα τῆς βοῆς ἐξελάσῃ τὸν ὕπνον. Ὑπήχθησαν δὲ τοῖς λόγοις οἱ λίαν ἀνόητοι, καὶ κοινὴν ἀφῆκαν βοὴν, καὶ κατετέμνοντο ἐν μαχαίραις καὶ σειρομάσταις ἑαυτοὺς ἕως ἐκχύσεως αἵματος. Μιαιφόνοι γὰρ ὄντες οἱ τῶν ἀνθρώπων ἀλάστορες τοῖς τῶν ἀνθρώπων αἵμασιν ἐπιτέρπονται. Οὗ δὴ χάριν τοῦτον αὐτοὺς τὸν τρόπον οἱ ἱερεῖς ἐθεράπευον. Καὶ τοῦτο δεδήλωκεν ὁ συγγραφεὺς εἰρηκὼς, «Κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν.» Τούτων οὕτως τὴν ἀπάτην γυμνώσας, καὶ τῷ τῶν πρωτείων παραχωρῆσαι, καὶ τῷ πᾶσαν αὐτοῖς σχεδὸν τὴν ἡμέραν ἐνδοῦναι, περὶ αὐτὰς τὰς ἡλίου δυσμάς· τοῦτο γὰρ ἡ ἱστορία δεδήλωκεν· ὡς «Ἐγένετο γὰρ, φησὶν, ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν·» συνήθροισε μὲν ἅπαντα τὸν λαὸν, ἰσαρίθμους δὲ τῶν φυλῶν αὐτῶν, οὐ τῶν δέκα, ἀλλὰ τῶν δυοκαίδεκα λίθους κομισθῆναι κελεύσας, τὸ κατεσκαμμένον τοῦ Θεοῦ θυσιαστήριον ᾠκοδόμησε· καὶ τὰ ξύλα συντεθεικὼς, τὸ ἱερεῖον ἐπέθηκεν. Ἐν κύκλῳ δὲ διορύξας, δοχεῖον ἐποίησεν ὕδατος. Τοῦτο ὁ μὲν Ἑβραῖος θααλὰ προσηγόρευσεν, ὁ δὲ Ἰώσηπος δεξαμενήν. Προσήνεγκε δὲ οὐ πῦρ, ἀλλ' ὕδωρ τοῖς ξύλοις. Ἰσαρίθμους γὰρ πάλιν τῶν φυλῶν ἀμφορέας ἐνεχθῆναι κελεύσας, καὶ τούτους ὕδατος ἐμπλήσας, ἐπέχεεν τῇ θυσίᾳ. Οὐχὶ ἅπαξ δὲ μόνον, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς τοῦτο πεποίηκε, τῆς προσκυνουμένης πάλιν Τριάδος ἐμφαίνων τὸν ἀριθμόν. Βοῇ δὲ χρησάμενος ἱκέτευσε τὸν τῶν πατέρων Θεὸν δεῖξαι τὸ διάφορον, καὶ τὸν ἐξαπατημένον ἐπιστρέψαι λαὸν, καὶ θεοσδότῳ πυρὶ τὴν θυσίαν ὁλοκαυτῶσαι· καὶ τῆς εὐχῆς μηδέπω δεξαμένης τὸ πέρας, κατηνέχθη τὸ πῦρ, καὶ κατηνάλωσεν οὐ μόνον τὰ ξύλα καὶ τὸ θῦμα, ἀλλὰ καὶ τὸν χοῦν, καὶ τὸ ὕδωρ, καὶ τοὺς λίθους· ὥστε μὴ καθυβρισθῆναι τὸ θεῖον θυσιαστήριον, τῶν δυσσεβῶν ἐν ἐκείνῳ προσφερόντων θυσίας τοῖς δαίμοσι. Τούτου γενομένου τοῦ θαύματος, προσέταξεν ἀναιρεθῆναι τοὺς τοῦ ψεύδους τεχνίτας, καὶ τότε τῶν νεφῶν ἔλυσε τὰς ὠδῖνας. ΕΡΩΤ. ΝΘʹ. Τίνος ἕνεκεν τοσαύτην ἔχων δύναμιν ἐφοβήθη μόνην τὴν Ἰεζάβελ; Ὅτι οὐ μόνον προφήτης, ἀλλὰ καὶ ἄνθρωπος

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
