# Quaestiones in libros Regnorum et Paralipomenon 80.733

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.733

ἦν· ἄλλως τε καὶ τῆς θείας ἦν οἰκονομίας τὸ δέος. Ἵνα γὰρ μὴ τῆς θαυματουργίας τὸ μέγεθος ἐπάρῃ τὸ φρόνημα, ἐνδέδωκεν ἡ χάρις φύσει τὴν δειλίαν εἰσδέξασθαι, ἵνα ἐπιγνῷ τὴν οἰκείαν ἀσθένειαν. Τούτου χάριν αὐτῷ καὶ μεμήνυκεν ὁ Δεσπότης, ὅτι χιλιάδες ἑπτὰ διέμειναν τῆς ἀσεβείας ἐλεύθεραι. Πρὸς δὲ τούτοις ἐδίδαξεν αὐτὸν, ὡς ἡμερότητι καὶ μακροθυμίᾳ πρυτανεύειν ἐδοκίμασε τῶν ἀνθρώπων τὸ γένος· καὶ ὅτι ῥᾴδιον ἦν αὐτῷ, καὶ κεραυνοὺς καὶ σκηπτοὺς ἐπιπέμψαι τοῖς δυσσεβέσι, καὶ κλονῆσαι τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον ἀποφῆναι, καὶ βιαίοις ἀνέμοις ἄρδην ἅπαντας διολέσαι. Τοῦτο γὰρ ἔφη· «Καὶ πνεῦμα μέγα κραταιὸν, καὶ διαλύον ὄρη, καὶ συντρίβον πέτρας, ἐνώπιον Κυρίου· οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τὸ πνεῦμα, συσσεισμὸς, καὶ οὐκ ἐν τῷ συσσεισμῷ Κύριος· καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, καὶ οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς.» Διὰ δὲ τούτων ἔδειξεν, ὅτι μακροθυμία καὶ φιλανθρωπία μόνη φίλη Θεῷ· ἕκαστον δὲ τῶν ἄλλων ἡ πονηρία τῶν ἀνθρώπων ἐφέλκεται. ΕΡΩΤ. Ξʹ. Τί δήποτε τὸν Ἀζαὴλ, καὶ τὸν Ἰοὺ, καὶ τὸν Ἑλισσαῖον χρίσαι προσταχθεὶς, μόνον τὸν προφήτην ἔχρισεν; Εἰ τὸν προφήτην ἔχρισε, καὶ τῆς πνευματικῆς αὐτῷ μετέδωκε χάριτος, ταύτῃ καὶ τοὺς ἄλλους ἔχρισε. Καὶ γὰρ ὁ Ἑλισσαῖος, δι' αὐτοῦ τὴν προφητικὴν δεξάμενος χάριν, προσήνεγκεν ἐκείνοις τὸ χάρισμα, καὶ τῆς βασιλικῆς αὐτοῖς μετέδωκε χάριτος. ΕΡΩΤ. ΞΑʹ. Τί ἐστιν· «Εὐλόγησε Ναβουθαὶ Θεὸν καὶ βασιλέα;» Ἡ παμμίαρος Ἰεζάβελ τὴν συκοφαντίαν ἐξέφηνε. καὶ πρῶτον μὲν ἐκέλευσεν αὐτὸν τῆς συνήθους ἀξιωθῆναι τιμῆς, καὶ προεδρεῦσαι τῶν ἄλλων· εἶτα τοὺς συκοφάντας εἰσενεγκεῖν, καὶ τὴν τῆς βλασφημίας γραφὴν προθέσθαι· εὐφήμως γὰρ τὸ Εὐλόγησε τέθεικεν, ἀντὶ τοῦ ἐβλασφήμησε. Τὴν δὲ νηστείαν γενέσθαι προσέταξεν, ὥστε ταύτῃ δεῖξαι τοῦ φόνου τὸ δίκαιον. ΕΡΩΤ. ΞΒʹ. Πῶς ὁ Ἀχαὰβ ὀρεχθεὶς τοῦ ἀμπελῶνος, καὶ δυσχεράνας ὅτι δὴ τοῦτον οὐκ ἔλαβεν, ἤλγησεν ἐπὶ τῇ τοῦ Ναβουθαὶ τελευτῇ; Κοῦφος ἦν ὁ τρισάθλιος, καὶ ῥᾳδίως τῇδε κἀκεῖσε

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
