# Quaestiones in libros Regnorum et Paralipomenon 80.741

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.741

κεν· ἐπήγαγεν ὁ Μιχαίας· «Οὐχ οὕτως,» ἀντὶ τοῦ, «οὐ καλῶς, ἔφην ἐκεῖνα. Ἑώρακα γὰρ πάντα τὸν Ἰσραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν, ὡς πρόβατα οἷς οὐκ ἔστι ποιμήν.» Δηλοῖ δὲ διὰ τούτων, ὡς ἡ ἐκείνου πονηρία τὴν ἧτταν ἐργάζεται· εἰ γὰρ ποιμένος ἔτυχον εὐσεβοῦς, κατακράτος ἂν τοὺς πολεμίους ἐνίκησαν. Εἶτα καὶ τρόπον ἀποδείκνυσι σωτηρίας. «Εἶπε γὰρ, φησὶ, Κύριος· Εἰ κυρίως αὐτοὶ πρὸς Θεὸν, ἀποστραφήτω δὴ ἕκαστος εἰς τὸν οἶκον αὑτοῦ ἐν εἰρήνῃ.» Εἰ πιστεύοντες τῷ Θεῷ μαθεῖν βούλεσθε παρ' αὐτοῦ τὸ πρακτέον, τὴν στρατιὰν διαλύσατε. Τοῦ δὲ Ἀχαὰβ πρὸς τὸν Ἰωσαφὰτ εἰρηκότος· «Οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει οὗτος ἐμοὶ καλὰ, ἀλλ' ἢ κακά;» εἶπεν ὁ προφήτης· «Οὐκ ἐγώ· ἄκουσον τὸν λόγον Κυρίου. Εἶδον Κύριον τὸν Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ, καὶ ἐξ εὐωνύμων αὐτοῦ, καὶ εἶπε· Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται εἰς Ῥαμὼθ Γαλαὰδ, καὶ πεσεῖται ἐκεῖ; Καὶ εἶπεν οὕτως οὗτος, καὶ οὗτος οὕτως. Καὶ εἶπεν, Οὐ δυνήσῃ. Καὶ ἐξῆλθε πνεῦμα, καὶ ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν· Ἐγὼ ἀπατήσω αὐτόν. Καὶ εἶπε Κύριος πρὸς αὐτὸ, Ἐν τίνι; Καὶ εἶπεν· Ἐξελεύσομαι, καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων αὐτοῦ τῶν προφητῶν, καὶ ἀπατήσω αὐτόν.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
