# Quaestiones in libros Regnorum et Paralipomenon 80.744

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.744

Καὶ εἶπε, Δυνήσῃ, ἔξελθε καὶ ποίησον.» Ταῦτα δὲ προσωποποιία τίς ἐστι, διδάσκουσα τὴν θείαν συγχώρησιν. Οὐ γὰρ ὁ ἀληθῶς Θεὸς καὶ τῆς ἀληθείας διδάσκαλος προσέταττεν ἀπατηθῆναι τὸν Ἀχαὰβ, ὁ διὰ τοῦ προφήτου εἰπών· «Εἰ κυρίως αὐτοὶ πρὸς Θεὸν, ἀναστραφήτω δὴ ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον ἐν εἰρήνῃ.» Διὰ τούτων τοίνυν ὁ προφήτης ἐδίδαξεν, ὡς τὸ πνεῦμα τῆς ἀπάτης, ὀργάνοις χρώμενον τοῖς δυσσεβέσιν ἀνθρώποις, ψευδῶς ὑπισχνεῖται τὴν νίκην. Τοῦτο δὲ γίνεται τοῦ Θεοῦ συγχωρήσαντος. Κωλῦσαι γὰρ δυνάμενος, οὐκ ἐκώλυσεν, ἐπείπερ ὁ Ἀχαὰβ τῆς θείας ἦν κηδεμονίας ἀνάξιος. Ὁ δὲ Ἰώσηπος τὸν Μιχαίαν ἔφησεν εἶναι, τὸν ἤδη πρότερον τῷ τελαμῶνι χρησάμενον, καὶ τὰ λυπηρὰ τῷ Ἀχαὰβ προαγγείλαντα, τεκμαιρόμενος τῷ φάναι τὸν Ἀχαὰβ, ὅτι Μεμίσηκα αὐτὸν, ὅτι οὐ λέγει περὶ ἐμοῦ ἀγαθὰ, ἀλλ' ἢ κακά. Καὶ νῦν δὲ αὐτὸν εἰς τὸ δεσμωτήριον ἔπεμψεν, τροφῆς αὐτὸν ὀλίγης ἄγαν μεταλαμβάνειν προστεταχὼς, ᾗ μόνον κωλύειν ἔμελλε τὴν ἐκ λιμοῦ τελευτήν. Ἀλλ' οὐδὲ οὕτως ὁ προφήτης ἐξέστη τῆς παῤῥησίας, ἀλλ' ἔφη βοῶν· «Ἐὰν ἐπιστρέφων ἐπιστρέφῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί.» Καὶ τούτων δὲ ἀκούσας τῶν λόγων ὥρμησεν εἰς τὸν πόλεμον· συναπῆρε δὲ αὐτῷ καὶ ὁ Ἰωσαφὰτ, τῆς οἰκείας εὐσεβείας ἀνάξια δεδρακώς. Ἐπιζητήσας γὰρ προφήτην, καὶ τοὺς ψευδοπροφήτας ἀποπεμψάμενος, καὶ τὸ πρακτέον παρὰ τοῦ Μιχαίου μεμαθηκὼς, τῆς εὐσεβείας προτετίμηκε τὴν φιλίαν. Πλὴν διὰ τὴν ἄλλην αὐτοῦ ἀρετὴν τῆς θείας κηδεμονίας ἀπήλαυσε. Τῶν γὰρ Σύρων ἐκ τῆς βασιλικῆς ἀμπεχόνης τοπασάντων αὐτὸν εἶναι τὸν βασιλέα Ἰσραὴλ, καὶ κατ' αὐτοῦ χωρησάντων, ὁ μὲν τοῦ Θεοῦ τὴν ἐπικουρίαν ἐκάλεσεν· ὁ δὲ συντόμως αὐτῷ τὴν σωτηρίαν ἐπόρισεν. Ἡ δὲ θεία πρόῤῥησις τὸ πέρας ἐδέξατο. Τρωθεὶς γὰρ ὁ Ἀχαὰβ ἐπὶ πλεῖστον ἑστὼς ἐπὶ τοῦ ἅρματος διετέλεσεν, ἵνα μὴ τροπὴν ἐργάζηται τῇ φυγῇ· τὸ δὲ αἷμα φερόμενον ἐνεπάγη τῷ ἅρματι. Τοῦτο παρὰ κρήνην τινὰ τῷ ἄστει πελάζουσαν ὁ ἡνίοχος ἔπλυνεν· οἱ δὲ κύνες ἐξέλειχον. Αἱ δὲ πόρναι ὑπὸ τὴν ἕω κατὰ τὸ ἔθος ἐλούσαντο, οὐκ ἐξεπίτηδες εἰς τὸ αἷμα βουλόμεναι λούσασθαι, ἀλλ' εἰς τὸ πηγαῖον ὡς εἰώθεσαν ὕδωρ· Τοῦτο δὲ ἦν κεχρωσμένον τῷ αἵματι.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
