# Quaestiones in libros Regnorum et Paralipomenon 80.749

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.749

ΕΡΩΤ. Ζʹ. Τί δήποτε, τοῦ Ἑλισσαίου διπλῆν τοῦ πνεύματος τὴν χάριν αἰτησαμένου, ὁ μέγας εἶπεν Ἠλίας, Ἐσκλήρυνας τοῦ αἰτῆσαι; Οὐ φθονῶν τῆς χάριτος τῷ μαθητῇ τοῦτο ἔφη, ἀλλὰ τῶν ἄλλων ἀνθρώπων κηδόμενος. Ἐπειδὴ γὰρ τρισὶν ἔτεσι καὶ μησὶν ἓξ λιμῷ δυσσεβοῦντας τοὺς ἀνθρώπους ἐπαίδευσεν· ἀνάγκη δὲ ἦν, τὸν τῆς διπλῆς κληρονομοῦντα χάριτος διπλάσια ἐργάσασθαι θαύματα· ἓν δὲ τούτων ἦν ἡ διὰ τοῦ λιμοῦ τιμωρία· φειδοῖ κεχρημένος εἶπεν· «Ἐσκλήρυνας τοῦ αἰτῆσαι.» Τοῦτο δὲ καὶ ἐκ τῆς ἱστορίας μανθάνομεν. Ἑπτὰ γὰρ ἔτεσιν ἐπηνέχθη τοῖς ἀνθρώποις ἡ τιμωρία. ΕΡΩΤ. Ηʹ. Πῶς νοητέον· «Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ, καὶ ἱππεὺς αὐτοῦ;» Οἱ τῶν ἄλλων ἐθνῶν βασιλεῖς ἵπποις κεχρημένοι καὶ ἅρμασι παρετάττοντο. Τούτου χάριν τὸν μέγαν Ἠλίαν ἅρμα Ἰσραὴλ καὶ ἱππέα προσηγόρευσεν. ὡς ἀποχρῶντα καὶ μόνον καταλῦσαι τοὺς πολεμίους, καὶ παρασχεῖν τοῖς ὁμοφύλοις τὴν νίκην. ΕΡΩΤ. Θʹ. Πῶς νοητέον· «Ποῦ ἐστιν ὁ Θεὸς Ἠλιοῦ ἀφφῶ; Διαβῆναι βουληθεὶς τὸν Ἰορδάνην ὁ προφήτης ἐμιμήσατο τὸν διδάσκαλον, καὶ τῇ μηλωτῇ τὸ ὕδωρ ἐπάταξεν οὐδὲν εἰρηκὼς, ἀλλ' ἀποχρῆν νομίσας εἰς θαυματουργίαν τὴν μηλωτήν. Ἐπειδὴ δὲ οὐχ ὑπήκουσε τῶν ὑδάτων ἡ φύσις, ἐκάλεσε τὸν τοῦ διδασκάλου Θεὸν, τὸν τοῖς ἀνθρώποις ἀόρατον καὶ ἀνέφικτον. Ἀφφὼ γὰρ ὁ κρύφιος ἑρμηνεύεται, κατὰ τὴν ἔκδοσιν τῶν ἄλλων ἑρμηνευτῶν. ΕΡΩΤ. Ιʹ. Τίνος χάριν δι' ἁλῶν τὴν πικρὰν τῶν ὑδάτων ἰάσατο φύσιν; Μωσῆς ὁ μέγας ξύλον ἐμβαλὼν τὴν πικρὰν τῶν ὑδάτων ποιότητα εἰς γλυκεῖαν μετέβαλεν. Οὗτος δὲ τοῖς ἁλσὶ τῆς λυμαντικῆς ἠλευθέρωσεν ἐνεργείας. Ῥᾴδιον γὰρ τῷ Δεσπότῃ Θεῷ καὶ βουλήσει, καὶ λόγῳ, καὶ δι' ὧν ἐθέλει, μεταβάλλειν τῶν στοιχείων τὰς φύσεις. ΕΡΩΤ. ΙΑʹ. Τί ἐστι· Καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκηδεί; Οἱ ἄλλοι ἑρμηνευταὶ τὸ νωκηδεὶ «ἀρχιποιμένα» ἡρμήνευσαν. Δηλοῖ δὲ καὶ τὰ ἑξῆς, «Καὶ ἦν φέρων

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
