# Quaestiones in libros Regnorum et Paralipomenon 80.756

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.756

οὐδὲ τῷ ἀνδρὶ τὴν αἰτίαν τῆς ἀποδημίας μηνύσασα. Ἐκεῖνος οὖν ἀγνοῶν ἤρετο· «Τί ὅτι σὺ πορεύῃ σήμερον πρὸς αὐτόν; Οὐ νουμηνία, οὐδὲ Σάββατον.» Καὶ ἐν τοῖς Σάββασι, καὶ ἐν ταῖς νουμηνίαις γὰρ ἑορτάζειν εἰώθεισαν. Ἡ δὲ εἶπεν, Εἰρήνη· προσειπεῖν αὐτὸν, φησὶ, βούλομαι. Πόῤῥωθεν δὲ αὐτὴν ὁ προφήτης ἰδὼν, ἤρετο διὰ τοῦ Γιεζεὶ ὅπως ἔχουσι καὶ αὐτὴ, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ τὸ παιδάριον· τοῦτο γὰρ δηλοῖ τὸ, Εἰρήνη σοί; εἰρήνη τῷ ἀνδρί σου; εἰρήνη τῷ παιδαρίῳ; ἀντὶ τοῦ, Καλῶς διάγετε, ὑγιαίνετε; Ἡ δὲ πρὸς μὲν τὸν Γιεζεὶ εἶπεν, Εἰρήνη, τῶν δὲ τοῦ προφήτου ποδῶν ἐπιλαβομένη, τὸ πάθος ἐμήνυσεν. Ἐδήλου δὲ τὴν ὀδύνην τὰ δάκρυα. Ἀναστῆσαι δὲ αὐτὴν πειρωμένου τοῦ Γιεζεὶ, ὁ προφήτης εἶπεν· «Ἄφες αὐτὴν, ὅτι κατώδυνος ἡ ψυχὴ αὐτῆς, καὶ Κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ, καὶ οὐκ ἀνήγγειλέ μοι.» Δῆλον τοίνυν κἀντεῦθεν, ὡς οὐχ ἅπαντα προῄδεισαν οἱ προφῆται, ἀλλ' ἅπερ ἡ θεία χάρις αὐτοῖς ἀπεκάλυπτεν. ΕΡΩΤ. ΙΖʹ Τί δήποτε εἰς τὴν ἀνάστασιν τοῦ παιδὸς ἀποστείλας τὸν Γιεζεὶ, παρηγγύησεν αὐτῷ· «Ἐὰν εὕρῃς τινὰ ἐν τῇ ὁδῷ, μὴ εὐλογήσῃς αὐτόν· καὶ ἐὰν εὐλογήσῃ σέ τις, μὴ ἀποκριθῇς αὐτῷ;» ᾜδει αὐτὸν φιλότιμον καὶ κενόδοξον, καὶ ὅτι τοῖς κατὰ τὴν ὁδὸν ἐντυγχάνουσι τοῦ δρόμου τὴν αἰτίαν ἐρεῖ· ἡ δὲ κενοδοξία τὴν θαυματουργίαν κωλύει. ΕΡΩΤ. ΙΗʹ. Τί δηλοῖ τὸ, «Ἐλαὰδ ἐπ' αὐτόν;» Τοῦτο οἱ ἄλλοι ἑρμηνευταὶ ἐνεφύσησεν εἰρήκασιν. Ὥσπερ γὰρ τῶν ὅλων ὁ ποιητὴς τοῦ Ἀδὰμ τὸ σῶμα δημιουργήσας, διὰ τοῦ ἐμφυσήματος ἐνεφύσησε τὴν ψυχήν· οὕτως ὁ προφήτης ἐμφυσήσας ἀνέστησε τὸ μειράκιον. Ἀλλ' ὁ μὲν δημιουργὸς ἐμφυσήσας ἐδημιούργησε τὴν οὐκ οὖσαν ψυχήν· ὁ δέ γε προφήτης τὴν οὖσαν εἰς τὸ οἰκεῖον ἐπανήγαγε σῶμα. Τὸ δὲ ἐνέπνευσεν ἐπ' αὐτὸν, συνεκάλυψεν οἱ ἄλλοι εἰρήκασι. Τὰ δὲ οἰκεῖα αἰσθητήρια τοῖς ἐκείνου προσήρμοσεν, ὀφθαλμοὺς ὀφθαλμοῖς, στόμα στόματι, χεῖρας χερσίν· ἵνα τῆς τοῦ ζῶντος ὁ τεθνεὼς μεταλάβῃ ζωῆς, τῆς πνευματικῆς δηλονότι χάριτος τὴν ζωὴν χορηγούσης.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
