# Quaestiones in libros Regnorum et Paralipomenon 80.757

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.757

ΕΡΩΤ. ΙΘʹ. Τί ἐστι «συλλέξαι ἀριώθ;» Οἱ ἄλλοι ἄγρια λάχανα ταῦτα ἡρμήνευσαν. Τούτοις τὴν τολύπην οἱ συλλέγοντες ἀγνοοῦντες ἀνέμιξαν· ἀλλὰ τοῦ δηλητηρίου τὴν ἐνέργειαν ἤμβλυνεν ὁ προφήτης, ἄλευρον ἐπιβληθῆναι κελεύσας τῷ λέβητι. Ἤμβλυνε δὲ οὐχ ἡ τοῦ ἀλεύρου φύσις, ἀλλ' ἡ τοῦ προφήτου χάρις. Οὕτω καὶ τῶν ὑδάτων ἀγονίαν εἰς πολυγονίαν οὐχ οἱ ἅλες μετέβαλον, ἀλλ' ἡ τοῦ προφητικοῦ πνεύματος δύναμις. Τῶν μέντοι προφητῶν τὸν ἀκτήμονα βίον ἡ ἱστορία διδάσκει. Ὁ γὰρ τούτων πρωτεύων νῦν μὲν ἀγρίοις αὐτοὺς λαχάνοις εἱστίασε· νῦν δὲ κριθίνους εἴκοσιν ἑκατὸν ἀνδράσι παρέθηκε, καὶ τούτους ὑφ' ἑτέρων προσενεχθέντας. Τοσαύτης δὲ αὐτοῖς εὐλογίας μετέδωκεν, ὡς καὶ τῶν ἑκατὸν πληρῶσαι τὴν χρείαν, καὶ μετὰ τὸν ἐκείνων κόρον ἱκανοὺς περιττεῦσαι. Τοσαύτη δὲ ἦν τῆς πενίας ἐκείνης ἡ δύναμις, ὡς τὸν βασιλέα τῶν Σύρων ἐκείνης δεηθῆναι τῆς χάριτος, καὶ Νεεμὰν ἀποστεῖλαι τὸν στρατηγὸν, ὥστε αὐτὸν διὰ τῆς προφητικῆς προσευχῆς ἀπαλλαγῆναι τῆς λέπρας· καὶ ὁ μὲν βασιλεὺς Ἰσραὴλ τοῖς τοῦ Σύρου ἐντυχὼν γράμμασι, δι' ἀφορίαν τὴν ἐσθῆτα διέῤῥηξεν. Ὁ δέ γε προφήτης ὁ πένης αὐτῷ μὲν ἐνεμέσησεν· ἀποσταλῆναι δὲ αὐτῷ τὸν Νεεμὰν παρηγγύησε, καὶ ἰδεῖν μὲν αὐτὸν, ὡς λεπρὸν, οὐκ ἠνέσχετο τὸν νόμον φυλάττων, ὡς ὑπὸ τῷ νόμῳ πολιτευόμενος· ἑπτάκις δὲ λούσασθαι ἐν τῷ Ἰορδάνῃ αὐτὸν προσέταξε ποταμῷ. Σώματος δὲ ἦν ἡ λέπρα· ἐκ δὲ τῶν τεσσάρων τοῦτο στοιχείων συνέστηκεν· ἐν ἑπτὰ δὲ ἡμέραις ὁ παρὼν βίος ἀνακυκλοῦται. Τῆς δὲ ψυχῆς ἡ κάθαρσις κατὰ τὸν ἀριθμὸν τῆς ἁγίας ἀποτελεῖται Τριάδος. Ὁ δὲ Νεεμὰν τὸ πρῶτον μὲν ἀντεῖπε, βελτίους εἶναι τοὺς Δαμασκοῦ ποταμοὺς εἰρηκώς· τὴν εἰσήγησιν δὲ τῶν οἰκείων δεξάμενος, ἀπελήλυθε· καὶ τοῦ πάθους ἀπαλλαγεὶς προσελήλυθε τῷ προφήτῃ. Καὶ πρῶτον μὲν αὐτῷ τὰ πολύτιμα προσενήνοχε δῶρα· ὁ δὲ προφήτης τὴν πολυπόθητον πενίαν παντὸς προτετίμηκε πλούτου, καὶ τὴν εὐαγγελικὴν νομοθεσίαν πρὸ τῆς νομοθεσίας πεπλήρωκε. «Δωρεὰν γὰρ, φησὶν, ἐλάβετε, δωρεὰν δότε.» Ὁ δὲ θαυμάσιος

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
