# Quaestiones in libros Regnorum et Paralipomenon 80.760

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.760

ἐκεῖνος ἀνὴρ, καὶ αὐτὴν τοῦ Ἰσραὴλ τὴν γῆν ἡγιᾶσθαι πιστεύων, ἠξίωσε δύο γόμους ἡμιονικοὺς ἐκ ταύτης λαβεῖν, ὥστε ἐπὶ ταύτης μόνῳ προσφέρειν τῷ Δεσπότῃ Θεῷ τὰς νενομισμένας θυσίας. «Οὐ γὰρ ποιήσει, φησὶν, ὁ δοῦλός σου ὁλοκαύτωμα ἢ θυσίαν θεοῖς ἑτέροις, ἀλλ' ἢ τῷ Κυρίῳ μόνῳ. Καὶ περὶ τοῦ λόγου τούτου ἱλάσεταί μοι Κύριος τῷ δούλῳ σου, καὶ ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ῥεεμὰν προσκυνῆσαι ἐκεῖ, ὅτι αὐτὸς ἐπαναπαύεται ἐπὶ τῆς χειρός μου· καὶ ἐν τῷ προσκυνεῖν αὐτὸν εἰς οἶκον Ῥεεμὰν, προσκυνήσω ἅμα αὐτῷ Κυρίῳ τῷ Θεῷ, καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου περὶ τοῦ λόγου τούτου.» Ἀνάγκη με, φησὶ, συνεισιέναι τῷ βασιλεῖ τὸν ψευδώνυμον θεὸν προσκυνεῖν βουλομένῳ. Ἀλλ' εἰσιὼν ἐγὼ τὸν ἀληθινὸν προσκυνήσω Θεόν· συγγνώμης τυχεῖν ἱκετεύων, ὅτι δὴ διὰ τὴν βασιλικὴν ἀνάγκην εἰσελθεῖν πρὸς τὸν ψευδώνυμον θεὸν ἀναγκάζομαι. Τοῦτο γὰρ δεδήλωκεν, εἰρηκώς· «Ἱλάσεταί μοι Κύριος τῷ δούλῳ σου περὶ τοῦ λόγου τούτου.» Ταῦτα δὲ τὰ ῥήματα τῆς Ἰουδαϊκῆς πληθύος κατηγορεῖ, ὅτι καὶ νόμον ἔχοντες, καὶ προφήτας, καὶ ἱερέας, καὶ θαυματουργίας καὶ θεοσημίας ὁρῶντες, τὴν τῶν εἰδώλων θεραπείαν τῆς τοῦ Θεοῦ προτετιμήκασι θεραπείας. Ἄξιον δὲ θαυμάσαι τοῦ προφήτου καὶ τῆς χάριτος τὴν ἰσχὺν, καὶ τῆς ψήφου τὸ δίκαιον. Καὶ γὰρ ἔγνω τοῦ Γιεζεὶ τὴν κλοπὴν, καὶ τὴν λέπραν αὐτῷ τοῦ Νεεμὰν ἀπεκλήρωσεν. «Οὐχὶ ἡ καρδία μου, φησὶν, ἦν μετὰ σοῦ, ὅτε κατεπήδησε Νεεμὰν ἀπὸ τοῦ ἅρματος αὐτοῦ εἰς συνάντησίν σου; Καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ τὰ ἱμάτια, καὶ λήψῃ ἐν αὐτῷ κήπους, καὶ ἐλαιῶνας, καὶ ἀμπελῶνας, καὶ ποίμνια, καὶ βουκόλια, καὶ δούλους, καὶ δούλας· καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεται ἐν σοὶ, καὶ ἐν τῷ σπέρματί σου ἕως αἰῶνος.» Ἀλλ' ἐκεῖνος μὲν ἐραστὴς χρημάτων γεγονὼς ἀπεφάνθη λεπρός· ὁ δὲ τῶν προφητῶν χορὸς τὴν ἐσχάτην πενίαν ἠσπάσατο. Οὐδὲ γὰρ οἰκίας εἶχον, ἀλλὰ καλύβαις ἐχρῶντο. Διὸ τὸν μέγαν προφήτην ἱκέτευσαν συναπελθεῖν αὐτοῖς ξύλα τέμνουσιν εἰς τὴν τούτων κατασκευήν. Τοσαύτῃ δὲ ἐχρῶντο πενίᾳ, ὡς μηδὲ ἀξίνην ἀνέχεσθαι κτήσασθαι. Αὐτίκα γοῦν μιᾶς εἰς τὸν ποταμὸν ἐμπεσούσης, εἴρηκεν ὁ ταύτην χρησάμενος, «Ὦ δὴ Κύριε, καὶ αὐτὸ κεχρημένον.» Ἀλλὰ μηδεὶς ἡγεί-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
