# Quaestiones in libros Regnorum et Paralipomenon 80.765

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.765

ΕΡΩΤ. ΚΔʹ. Πῶς νοητέον τό· «Ἔλαβε τὸ στρῶμα, καὶ ἔβαψεν αὐτὸ ὕδατι, καὶ ἐπέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανεν;» Ὁ Ἰώσηπος τὸν Ἀζαὴλ εἴρηκε τοῦτο πεποιηκέναι, καὶ βιαίαν ἐπενεγκεῖν αὐτῷ τελευτήν. Δυσσεβὴς γὰρ ἦν καὶ μιαιφόνος. Αὐτὸς γὰρ εἴρηκε· «Θεὸς ὀρέων ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐ Θεὸς κοιλάδων·» καὶ σωθεὶς ὑπὸ τοῦ Ἀχαὰβ ἀχάριστος περὶ τὸν εὐεργέτην ἐγένετο. Ἐδίδαξε δὲ ἡμᾶς ἡ ἱστορία τῆς κακῆς συγγενείας τὴν βλάβην· ὁ γὰρ ἕτερος Ἰωρὰμ, ὁ τῆς Ἰούδα φυλῆς βασιλεὺς, ἔφυ μὲν ἐκ τοῦ Ἰωσαφὰτ ἀνδρὸς εὐσεβοῦς· τοῖς δὲ τῆς ὁμοζύγου ὑπαχθεὶς λόγοις, τῆς ἀσεβείας μετέλαχεν· «Ἐπορεύθη γὰρ, φησὶν, ἐν ὁδῷ τῶν βασιλέων Ἰσραὴλ, καθὼς ἐποίησεν ὁ οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα, καὶ ἐποίει τὸ πονηρὸν ἔναντι Κυρίου.» ΕΡΩΤ. ΚΕʹ. Πῶς νοητέον τό· «Ἐπάταξε τὸν Ἐδὼμ, καὶ τὸν λαὸν τὸν κυκλοῦντα αὐτὸν, καὶ τοὺς ἄρχοντας μετὰ τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὑτοῦ;» Ἦρχε τῶν Ἰδουμαίων ὁ τῆς Ἰούδα φυλῆς βασιλεύς· ἀλλὰ κατὰ τὴν τοῦ πατριάρχου Ἰσαὰκ προφητείαν, τὴν τῆς δουλείας ἀπεσείσαντο ζεύγλην. «Ἔσται γὰρ, φησὶ, καιρὸς, ἡνίκα ἂν καθέλῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.» Στρατεύσαντες τοίνυν κατ' αὐτῶν, ἐκείνους μὲν ἀνεῖλον, καὶ εἰς τὴν οἰκείαν ἐπανῆλθον γῆν. Οἱ δὲ Ἰδουμαῖοι καὶ νικηθέντες ἄρχεσθαι λοιπὸν οὐκ ἠνέσχοντο. ΕΡΩΤ. Κϛʹ. Τίνος χάριν δι' ἄλλου προφήτου τὸν Ἰηοῦ κέχρικεν ὁ Ἑλισσαιέ; Λάθρα τοῦτο γενέσθαι συνέφερεν, ὥστε συντόμως ἀναιρεθῆναι τὸν Ἰωράμ· εἰ γὰρ προῄσθετο, παρετάξατο ἄν. Ἐν δὲ τῇ παρατάξει, καὶ πολλοὺς ἦν ἀνάγκη πεσεῖν ἑκατέρωθεν. ΕΡΩΤ. ΚΖʹ. Διατί δὲ χρίσαντα φυγεῖν εὐθὺς παρηγγύησεν; Ἵνα μὴ συλληφθεὶς κινδυνεύσῃ· βούλεται γὰρ ἡμᾶς Δεσπότης Θεὸς καὶ ἀνθρωπίναις οἰκονομίαις κεχρῆσθαι. Τοὺς γὰρ λόγῳ τιμηθέντας εἰς δέον προσήκει κεχρῆσθαι τῷ λόγῳ. ΕΡΩΤ. ΚΗʹ. Διατί ἐπίληπτον τὸν προφήτην ἐκάλεσαν; Ὡς δυσσεβοῦντες ὕβριζον τοὺς θεράποντας τοῦ Θεοῦ· καὶ μαινομένους ἐκάλουν, ὡς παῤῥησίᾳ χρωμένους· ὁ δὲ Ἰηοῦ οὐχ ὡς παροινῶν ἀδολέσχην ὠνό-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
