Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.768
Not analysed yet
μασεν, ἀλλὰ κρύψαι τὰ εἰρημένα πειρώμενος. Ἐπεὶ δὲ εἶδεν ἐπικειμένους, ἐμήνυσεν. ΕΡΩΤ. ΚΘʹ. Τί ἐστί· «Καὶ ἔλαβεν ἀνὴρ τὸ ἱμάτιον αὑτοῦ, καὶ ἔθηκεν ὑποκάτωθεν Ἰηοῦ ἐφ' ἓν τῶν γαρείμ;» Τὰ ἑξῆς ἑρμηνεύει τοῦ λόγου τὸ ἀσαφές· «Ἐπήγαγεν ἐπὶ μίαν τῶν ἀναβαθμίδων.» Γνόντες δὲ τὴν θείαν χειροτονίαν, ὡς βασιλεῖ προσήνεγκαν τὴν τιμήν. Ἀραμεὶν δὲ τοὺς Σύρους ἐκάλεσεν· Ἀραμὰ γὰρ οἱ Σύροι. Οὕτω δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν. ΕΡΩΤ. Λʹ. Πῶς νοητέον· «Καὶ ἡ ἀγωγὴ, ἀγωγὴ Ἰηοῦ υἱοῦ Ναμεσῆ, διότι ἡ παραλλαγὴ ἦγεν;» Πόῤῥωθεν ὁ σκοπὸς θεασάμενος, ὡς οἱ μὲν ἀποσταλέντες οὐκ ἀνέστρεψαν, ὁ δὲ τοῦ πλήθους ἡγούμενος ἐῴκει εἶναι Ἰηοῦ (τοῦτο γὰρ τὸ σχῆμα ἐδήλου), ἐμήνυσεν ὅπερ ἑώρακεν. Ἔνια μέντοι τῶν ἀντιγράφων ἔχει, «Καὶ ὁ ἄγων ἦγε τὸν Ἰηοῦ», τουτέστιν ὁ Θεός. ΕΡΩΤ. ΛΑʹ. Τί ἐστι, «Καὶ Κύριος ἐλάλησεν ἐπ' αὐτὸν τὸ λῆμμα τοῦτο;» Τὰς προφητείας καὶ ὁράσεις ἐκάλουν καὶ λήμματα. Οἱ μὲν γὰρ τῶν προφητῶν ἢ δι' ἐνυπνίων, ἢ ὕπαρ ἑώρων τινά· καὶ τοῦτο τὸ εἶδος ὅρασις ἐκαλεῖτο. Τινὲς δὲ τοῦ θείου Πνεύματος δι' αὐτῶν ἐνεργοῦντος ἐφθέγγοντο, καὶ προὔλεγον τὰ ἐσόμενα· τοῦτο ἐκάλουν λῆμμα. Ἀνεμίμνησκε τοίνυν ὁ Ἰηοῦ τῆς Ἠλιοὺ τοῦ μεγάλου προῤῥήσεως, ὅτι ἔνθα τοῦ Ναβουθὲ ἔλειξαν οἱ κύνες τὸ αἷμα, ἐκεῖ τὸ αἷμα τοῦ Ἀχαὰβ λείξουσιν. Οὗ δὴ χάριν καὶ τοῦ Ἰωρὰμ ἐκεῖ τὸ σῶμα ῥιφῆναι προσέταξε· καὶ τῆς Ἰεζάβελ δὲ τὸ σῶμα μεμαθηκὼς ὑπὸ κυνῶν ἀνηλῶσθαι, ἐθαύμασεν ὁ Ἰηοῦ τὸ τῆς προῤῥήσεως ἀψευδές. «Ἐν τῇ μερίδι γὰρ, ἔφη, Ἰεσδραὴλ καταφάγον-