# Quaestiones in libros Regnorum et Paralipomenon 80.769

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.769

ται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ,» καὶ τὰ ἑξῆς. Τῶν δὲ ἄλλων παίδων τοῦ Ἀχαὰβ ἀναιρεθέντων ὑπὸ τῶν θρεψαμένων, σοφῶς ἄγαν πρὸς τὸν λαὸν ὁ Ἰηοῦ ἔφη· «Ἰδοὺ ἐγὼ συνεστράφην ἐπὶ τὸν ἐμαυτοῦ κύριον, καὶ ἀπέκτεινα αὐτὸν, καὶ τούτους πάντας τίς ἐπάταξεν; Ἴδετε ἀφφὼ, ὅτι οὐ πεσεῖται ἀπὸ τῶν λόγων Κυρίου ἐπὶ τὴν γῆν, ὧν ἐλάλησε κατὰ τοῦ οἴκου τοῦ Ἀχαάβ.» Ἐγὼ, φησὶν, ὡς τυραννῆσαι βουλόμενος ἀνεῖλον τὸν Ἰωράμ· τοὺς ἀδελφοὺς αὐτοῦ ἑβδομήκοντα ὄντας τὸν ἀριθμὸν τίς ἀνεῖλεν· Οὐχὶ ἡ θεήλατος ὀργὴ τοῖς οἰκειοτάτοις ὑπουργοῖς χρησαμένη; Ἀψευδεῖς ἄρα τῶν προφητῶν αἱ προῤῥήσεις. ΕΡΩΤ. ΛΒʹ. Γνώστας τίνας καλεῖ; Τοὺς μάντεις, τοὺς οἰομένους εἰδέναι τὰ μέλλοντα. Ὥσπερ γὰρ ὁρῶντας καὶ βλέποντας τοὺς προφήτας ὠνόμαζον, ὡς τὰ μέλλοντα προορῶντας· οὕτω καὶ τοὺς μάντεις γνώστας ἐκάλουν, ὡς καὶ γινώσκειν τὰ κεκρυμμένα οἰομένους, καὶ προγινώσκειν τὰ μηδέπω γεγενημένα. ΕΡΩΤ. ΙΓʹ. Τί ἐστιν «Ἰωναδὰβ ὁ τοῦ Ῥηχάβ;» Εὐσεβὴς ἀνὴρ ἦν καὶ αὐτὸς, καὶ τὸ γένος αὐτοῦ. Ἐν σκηναῖς γὰρ διετέλεσαν κατοικοῦντες, καὶ τῆς τοῦ οἴνου πόσεως ἀπεχόμενοι. Τούτων καὶ ὁ προφήτης Ἱερεμίας σὺν ἐπαίνοις ἐμνήσθη. Καὶ αὐτὴ δὲ ἡ ἱστορία δηλοῖ αὐτῶν τὴν εὐσέβειαν. Πρῶτον μὲν γὰρ ἰδὼν αὐτὸν ὁ βασιλεὺς Ἰηοῦ εὐλόγησεν αὐτὸν, τουτέστι προσεῖπεν αὐτῷ. Εἶτα ἤρετο· «Εἰ ἔστιν εὐθεῖα ἡ καρδία σου μετὰ τῆς καρδίας μου, καθώς ἐστιν ἡ καρδία μου μετὰ τῆς καρδίας σου;» Τοῦ δὲ εἰρηκότος· Ἔστιν, εἶπεν αὐτῷ ὁ Ἰηοῦ· «Εἰ ἔστι, δὸς τὴν χεῖρά σου.» Ἔπειτα αὐτὸν σύνεδρον εἰς τὸ ἅρμα αὑτοῦ λαβὼν ἔφη· «Δεῦρο μετ' ἐμοῦ, καὶ ἴδε ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ· καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὑτοῦ.» Καὶ ἐντεῦθεν τοίνυν δῆλον, ὡς καὶ ἐν ταῖς δέκα φυλαῖς ἦσάν τινες εὐσεβείᾳ κοσμούμενοι, δι' οὓς καὶ τῶν ἄλλων ὁ σοφῶς πάντα πρυτανεύων ἠνείχετο. ΕΡΩΤ. ΛΔʹ. Τί δήποτε μέλλων κατασφάττειν τῶν εἰδώλων τοὺς ἱερεῖς ἐψεύσατο; Ἔφη γάρ· «Ἀχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, καί γε ἐγὼ δουλεύσω αὐτῷ πολλά.» Καὶ τῶν λόγων καὶ τῶν ἔργων τὸν σκοπὸν ἐξετάζειν δεῖ. Τοῦτο κἀνταῦθα ποιητέον. Καὶ γὰρ ὁ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
