# Quaestiones in libros Regnorum et Paralipomenon 80.772

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.772

Ἰηοῦ μηδένα διαφυγεῖν βουλόμενος τὴν σφαγὴν, ἐκείνοις ἐχρήσατο τοῖς λόγοις, ἵνα θαῤῥήσαντες πάντες παραγένωνται. Ἵνα δὲ μήτις τῶν θείων ἱερέων μεταλάχῃ τῆς τιμωρίας, ὡς ἀναξίους δῆθεν τῆς ἑορτῆς ἐξελαθῆναι προσέταξεν· εἶθ' οὕτω μόνους ἐκείνους κατηκόντισεν ἅπαντας. Καὶ τοῦ Βάαλ δὲ τὴν στήλην ἐνέπρησε, καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τῶν ἄλλων εἰδώλων πᾶσαν τὴν γῆν τοῦ Ἰσραὴλ ἠλευθέρωσε. Τὰς δέ γε χρυσᾶς δαμάλεις σέβων διατετέλεκε. Βααλεὶμ δὲ τὸν τοῦ Βάαλ σηκὸν προσηγόρευσεν. ΕΡΩΤ. ΛΕʹ. Τίνος χάριν ἡ Γοθολία καὶ τοὺς ἐκγόνους ἀνεῖλεν; Ὡς δυσσεβὴς καὶ τυραννικὴ, ἅπαν τοῦ Δαβὶδ τὸ γένος, ὡς εὐσεβὲς, ἐκκόψαι πρόῤῥιζον ἠβουλήθη· ἵνα ἐπειλημμένη τῆς δυναστείας ἐκπαιδεύσῃ τὸν λαὸν τὴν οἰκείαν ἀσέβειαν. Ἀλλ' ὁ πάντα σοφῶς ἰθύνων Δεσπότης παρεσκεύασεν αὖθις τῇ βασιλικῇ τὴν ἱερατικὴν μιγῆναι φυλὴν, καὶ τὸν Ἰωδαὲ τὸν σοφώτατον ἱερέα γῆμαι τὴν Ἰωσαβεὲ τοῦ Ἰωρὰμ τὴν θυγατέρα, ἵνα φυλαχθῇ τοῦ βασιλικοῦ σπέρματος ὁ σπινθήρ. Αὕτη γὰρ ὁρῶσα τὸ βασιλικὸν ἀναιρούμενον γένος, καὶ ἔκλεψε καὶ ἔκρυψε τὸν ἀδελφιδοῦν Ἰωὰς, καὶ διετέλεσεν ἔνδον ἐν τῷ ναῷ διατρέφουσα, καὶ ἓξ μὲν ἔτη κατέσχε διέπουσα τὴν βασιλείαν ἡ μιαρωτάτη Γοθολία· τῷ ἑβδόμῳ δὲ ἔτει ὁ πάνσοφος ἀρχιερεὺς τὴν βασιλείαν εἰς τὸ βασιλικὸν ἐπανήγαγε γένος. ΕΡΩΤ. Λϛʹ. Παρατρέχοντας τίνας καλεῖ; Τοὺς ἡγουμένους τοῦ βασιλέως· Χοῤῥὶ δὲ καὶ Ῥασεὶμ ἀσπιδηφόρους καὶ δορυφόρους. Τούτους τριχῆ διελὼν, τοὺς μὲν ἐκέλευσε φυλάσσειν τοῦ βασιλέως τὸν οἶκον, τοὺς δὲ τὴν εἴσοδον τοῦ θείου ναοῦ, τοὺς δὲ τὴν πύλην τὴν ἑτέραν. ΕΡΩΤ. ΛΖʹ. Τί σημαίνει τό· «Φυλάξατε τὴν φυλακὴν τοῦ οἴκου μεσσαέ;» Τὸ μεσσαὲ οἱ λοιποὶ ἑρμηνευταὶ ἀπὸ διαφθορᾶς εἰρήκασι, τουτέστι μετὰ πάσης φυλακῆς, ὥστε μηδεμίαν γίνεσθαι βλάβην ἐν τῷ οἴκῳ τῷ θείῳ. Τὸ δὲ, «Δύο χεῖρες ὑμῖν,» ἀντὶ τοῦ, ἄρτιοί ἐστε καὶ ὑγιεῖς, καὶ ἱκανοὶ φυλάξαι καὶ τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὸν τοῦ βασιλέως. Ἐκέλευσε δὲ τοὺς Λευΐτας μαχαιροφόρους εἶναι, καὶ τὸν βασιλέα φρουρεῖν. Τὸ δὲ, «Εἰσερχόμενος εἰς τὰ σαδηρὼθ ἀποθανεῖ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
