# Quaestiones in libros Regnorum et Paralipomenon 80.777

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.777

αὐτομάτως ἀφήσει πολλὰ, ἔφη τοῦ πρώτου πεμφθέντος, «Βέλος σωτηρίας Κυρίῳ, καὶ βέλος σωτηρίας ἐν Ἰσραὴλ, καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας.» Ἐπειδὴ δὲ τρία μόνον ἐξέπεμψεν, ἠχθέσθη λίαν ὁ προφήτης, ὡς τρὶς τῆς Συρίας μόνον ἡττωμένης, καὶ πανωλεθρίαν οὐ δεχομένης. Ὁ δὲ προφήτης καὶ τελευτήσας τὸν νεκρὸν ἀνέστησε τὸν πελάσαντα· ἵνα καὶ τοῦτο μαρτυρῇ τὸ θαῦμα, ὡς διπλασίαν τοῦ διδασκάλου τὴν χάριν ἐδέξατο. ΕΡΩΤ. ΜΓʹ. Τί δηλοῖ ἡ παραβολὴ τοῦ ἄκαν, καὶ τῆς κέδρου; Ὁ Ἀμεσσίας τῶν Ἰδουμαίων πολέμου νόμῳ κρατήσας, ἤλπισε καὶ τὰς δέκα νικήσειν φυλὰς, καὶ τὸν ἐκείνων εἰς μάχην προὐκαλέσατο βασιλέα. Ἐκεῖνος δὲ ἀντεδήλωσεν, ὡς ὁ ἄκαν τῇ κέδρῳ δεδήλωκε κατεγγυῆσαι τῷ παιδὶ τὴν θυγατέρα. Τῶν δὲ περὶ τοῦ γάμου γινομένων λόγων, τὰ θηρία διελθόντα συνεπάτησε τὸν ἄκαν καὶ διέφθειρε. Διὰ δὲ τούτων τῶν λόγων ἀπείκασεν ἑαυτὸν μὲν τῇ κέδρῳ, τὸν δὲ Ἀμεσσίαν τῷ ἄκαν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· «Πατάξας γὰρ, φησὶν, ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῆρέ σε ἡ καρδία σου ἡ βαρεῖα· ἐνδοξάσθητι, ἐνδοξάσθητι ἐν τῷ οἴκῳ σου. Καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ; Καὶ πεσῇ σὺ, καὶ ὁ Ἰούδας μετὰ σοῦ.» Αὕτη δὲ ἡ παραίνεσις ἀλαζονικὴ μὲν, συμφέρουσα δέ· καὶ τὸ τέλος ἐδίδαξε. Μὴ πεισθεὶς γὰρ ὁ Ἀμεσσίας παρετάξατο μὲν, ἡττηθεὶς δὲ καὶ δορυάλωτος γενόμενος, εἰσαγαγεῖν τὸν πολέμιον εἰς τὴν πόλιν τὴν βασιλικὴν ἠναγκάσθη. Ὁ δὲ τῶν Ἱεροσολύμων γενόμενος ἐγκρατὴς, τετρακοσίους πήχεις τῶν περιβόλων κατέλυσε, καὶ τοὺς θείους θησαυροὺς, καὶ τοὺς βασιλικοὺς συλήσας ἀνέστρεψεν. Ἔλαβε δὲ καὶ τοὺς υἱοὺς τῶν συμμίξεων τῶν βδελυγμάτων, τουτέστι τοὺς τῶν ψευδωνύμων θεῶν ἱερέας. ΕΡΩΤ. ΜΔʹ. Ποία πόλις Αἰλών; Ἣν νῦν ὀνομάζουσιν Αἰλάν. Κεῖται δὲ ἐν τῷ στόματι τοῦ Ἀραβικοῦ κόλπου, ὃν Ἐρυθρὰν προσαγορεύουσι θάλασσαν. ΕΡΩΤ. ΜΕʹ. Τὴν ταῖς Βασιλείαις ἐγκειμένην προφητείαν τοῦ Ἰωνᾶ οὐχ εὕρομεν ἐν τῇ βίβλῳ τοῦ Ἰωνᾶ. Τὰ κατὰ τὴν Νινευὴ ἐν ἐκείνῃ μόνα συνέγραψε·

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
