Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.780
Not analysed yet
τούτου χάριν ἑτέραν οὐ συνῆψε προφητείαν ἐκείνοις. ΕΡΩΤ. Μϛʹ. Διατί Ὀζίας ὁ βασιλεὺς ἐλεπρώθη· Σαφέστερον τὰ κατὰ τοῦτον ἡ τῶν Παραλειπομένων ἐδίδαξε βίβλος. Ἐκείνην τοίνυν ἑρμηνεύοντες, σὺν Θεῷ φάναι, τὴν αἰτίαν ἐροῦμεν. Τὸ δὲ, «Ἐκάθητο ἐν οἴκῳ Ἀφφουσὼθ,» κρυφαίως οἱ λοιποὶ ἐκδεδώκασι· τουτέστιν, ἔνδον ἐν θαλάμῳ ὑπ' οὐδενὸς ὁρώμενος. Ἴθυνε δὲ τὴν βασιλείαν Ἰωαθὰμ ὁ τούτου υἱός· καὶ ταῦτα δύο καὶ πεντήκοντα τοῦ Ὀζίου βασιλεύσαντος ἔτη. Καὶ τοῦ πατρὸς δὲ τελευτήσαντος, αὐτὸς τῆς βασιλείας ἐγένετο κληρονόμος, καὶ τῆς μὲν ἄλλης ἀσεβείας τὸν λαὸν ἠλευθέρωσε, καὶ τοῦ θείου νεὼ τὴν πύλην τὴν ὑψηλὴν ᾠκοδόμησε. Τελείαν δὲ οὐκ εἶχε τὴν εὐφημίαν· τὴν γὰρ ἐν τοῖς ὑψηλοῖς λατρείαν οὐκ ἔπαυσεν. Ἄχαζ δὲ ὁ τούτου υἱὸς τῇ τῆς δυσσεβείας ὑπερβολῇ τῶν ἄλλων ἀπέκρυψε τὴν ἀσέβειαν. ΕΡΩΤ. ΜΖʹ Πῶς νοητέον τὸ, «Διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρί;» Ὁ μὲν Ἰώσηπος ἔφη, καὶ τὸν ἕνα αὐτῶν τῶν υἱέων ὁλοκαυτῶσαι τῷ Βάαλ. Ἐγὼ δὲ οἶμαι τὸ μέχρις ἡμῶν φθάσαν τῆς πλάνης εἶδος τὸν λόγον αἰνίττεσθαι. Εἶδον γὰρ ἔν τισι πόλεσιν ἅπαξ τοῦ ἔτους ἐν ταῖς πλατείαις ἁπτομένας πυρὰς, καὶ ταύτας τινὰς ὑπεραλλομένους, καὶ πηδῶντας, οὐ μόνον παῖδας, ἀλλὰ καὶ ἄνδρας· τὰ δέ γε βρέφη παρὰ τῶν μητέρων παραφερόμενα διὰ τῆς φλογός. Ἐδόκει δὲ τοῦτο ἀποτροπιασμὸς εἶναι καὶ κάθαρσις. Ταύτην οἶμαι καὶ τοῦ Ἄχαζ γεγενῆσθαι τὴν κατηγορίαν. ΕΡΩΤ. ΜΗʹ. Τίνι τὸ θυσιαστήριον ἐπέταξεν ὁ Ἄχαζ οἰκοδομηθῆναι ἐν τῷ θείῳ νεῷ; Οὐκ οἶμαι αὐτὸ τῷ τῶν ὅλων κατεσκευακέναι Θεῷ, ἀλλὰ τινὶ τῶν ψευδωνύμων θεῶν. Τοῦτο γὰρ ἡ τῶν Παραλειπομένων αἰνίττεται βίβλος. Λέγει δὲ οὕτως· «Καὶ προσέθηκεν Ἄχαζ ἀποστῆναι ἀπὸ τοῦ Κυρίου, καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ, Ζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι Θεοὶ βασιλέως Συρίας κατισχύουσιν αὐτούς. Τοίνυν θύσω αὐτοῖς, καὶ ἀντιλήψονταί μου. Καὶ ἐγένοντο αὐτῷ αὐτοὶ εἰς σκῶλον, καὶ παντὶ Ἰσραήλ.» Καὶ τὰ