# Quaestiones in libros Regnorum et Paralipomenon 80.781

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.781

ἑξῆς δὲ τοῦτο δηλοῖ· «Καὶ ἀπέστησεν Ἄχαζ τὰ σκεύη οἴκου Κυρίου, καὶ κατέκοψεν αὐτὰ, καὶ ἀπέκλεισε τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήριον ἐν πάσῃ γωνίᾳ Ἱερουσαλήμ.» Ταῦτα καὶ τούτοις ἀκόλουθα διεπράττετο. Καὶ αὐτὴ δὲ ἡ τῶν Βασιλειῶν βίβλος τοῦτο σημαίνει. «Ἐπορεύθη γὰρ, φησὶν, ὁ βασιλεὺς Ἄχαζ ἐπὶ συνάντησιν τῷ Θεγλαθφαλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδε τὸ θυσιαστήριον τὸ ἐν Δαμασκῷ, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ μέτρον, καὶ τὴν ὁμοίωσιν, καὶ τὸν ῥυθμὸν αὐτοῦ κατὰ πᾶσαν ποίησιν αὐτοῦ.» Αὐτίκα γοῦν καὶ τὸ χαλκοῦν θυσιαστήριον, ὃ Σολομὼν κατεσκευάκει, μετέθηκε· τὸ δὲ νεοποίητον ἐν τῷ ἐκείνου ἔθηκε τόπῳ. Ὅτι δὲ καὶ αἱ μεχωνὼθ βάσεις ἦσαν, τὰ ἑξῆς διδάσκει. «Συνέκοψε γὰρ, φησὶν, ὁ βασιλεὺς Ἄχαζ τὰ συγκλείσματα τῶν μεχωνὼθ, καὶ μετῆρεν ἀπ' αὐτῶν τὸν λουτῆρα.» Ἐτόλμησε δὲ καὶ ἑτέραν ἀσέβειαν. Τῶν γὰρ βασιλείων τὴν θύραν ἔνδον ἐν τῷ θείῳ ναῷ μετέθηκε, τὴν δίοδον διὰ τῶν ἱερῶν περιβόλων ποιούμενος. Καὶ τοῦτο δὲ ἡμᾶς ἡ ἱστορία διδάσκει, ὡς Ἀδραμέλεχ ὁ Αἰθίοψ ἐν Αἰγύπτῳ κατῴκει. Μαναὰ δὲ δῶρα ἡρμήνευσαν οἱ λοιποί. ΕΡΩΤ. ΜΘʹ. Τί ἐστιν, «Ἀπὸ πύργου φυλασσόντων, ἕως πόλεως ὀχυρᾶς;» Ἐν παντὶ τόπῳ, φησὶ, βωμοὺς τοῖς δαίμοσιν ᾠκοδόμησε, καὶ οὐ μόνον ἐν πόλεσι καὶ κώμαις, ἀλλὰ καὶ ἐν τοῖς κατὰ τὴν ὁδὸν πύργοις, ἐν οἷς ὀλίγοι τινὲς εἰώθασι φρουρεῖν. Ἐνταῦθα δὲ τὰ ὑψηλὰ τὰ τεμένη τῶν εἰδώλων ἐκάλεσεν. «ᾨκοδόμησαν γὰρ, φησὶν, ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν· καὶ ἐστήλωσαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ στήλας καὶ ἄλση, ἐν παντὶ βουνῷ ὑψηλῷ, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους· καὶ ἐθυμίων ἐκεῖ ἐν τοῖς ὑψηλοῖς, καθὼς τὰ ἔθνη ἃ ἀπῴκισε Κύριος ἐκ προσώπου αὐτῶν.» Κοινωνοὺς δὲ οἶμαι εἰρῆσθαι τὴν πρὸς τὰ ἔθνη συμφωνίαν, καὶ τοὺς ἐξ ἐκείνων ὁρμωμένους, καὶ διδάξαντας τῆς ἀσεβείας τοὺς νόμους. Τοῦτο γὰρ αἰνίττεται τὰ ἑξῆς· «Καὶ ἐποίησαν κοινωνοὺς, καὶ ἤρξαντο παροργίσαι Κύριον, καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις, οἷς εἶπε Κύριος αὐτοῖς, Οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο.» Πανταχοῦ δὲ ἄλσος οἱ λοιποὶ Ἀσταρὼθ ἑρμηνεύουσι. Δηλοῖ δὲ τοῦτο τὴν Ἀστάρτην,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
