# Quaestiones in libros Regnorum et Paralipomenon 80.784

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.784

ἤγουν τὴν Ἀφροδίτην. Τὸ δὲ «Ἐποίησαν ἐφοὺδ καὶ θεραφίμ·» τὸ μὲν ἐφοὺδ κατὰ μίμησιν τοῦ ἱερατικοῦ ἐνδύματος, τὸ δὲ θεραφὶμ ταῖς μαντικαῖς ἦν ἁρμόττον προῤῥήσεσιν. Ἵνα δὲ μή τις εἰς ἀπολογίαν προφέρῃ τοῦ Ἰσραὴλ, τὸ τῆς ἀσεβείας αἰτίαν γενέσθαι τὴν τῆς βασιλείας διαίρεσιν, καὶ τὸ πόῤῥω τῶν Ἱεροσολύμων διάγειν, ἀναγκαίως τῆς Ἰούδα φυλῆς ἀπέδειξε τὴν ἀσέβειαν. Ἔφη δὲ οὕτως· «Καί γε καὶ Ἰούδας καὶ αὐτὸς οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ αὑτοῦ, καὶ ἐπορεύθη ἐν τοῖς δικαιώμασι παντὸς Ἰσραὴλ οἷς ἐποίησαν, καὶ ἀπώσαντο τὸν Κύριον ἐξ αὐτῶν.» Ὅτι δὲ χρόνῳ ὕστερον τῶν Βασιλειῶν συνεγράφη ἡ βίβλος ἐκ τῶν ὑπὸ τῶν προφητῶν καθ' ἕκαστον συγγραφέντων καιρὸν, καὶ τόδε τὸ χωρίον διδάσκει. «Ἀπῳκίσθη γὰρ, φησὶν, Ἰσραὴλ ἀπὸ τῆς γῆς αὐτοῦ εἰς Ἀσυρίους ἕως τῆς ἡμέρας ταύτης.» Καὶ τοῦτο πολλάκις εἴρηκεν ὁ τὴν ἱστορίαν συγγεγραφώς. Ἐδίδαξε δὲ καὶ τὰ κατὰ τοὺς νῦν καλουμένους Σαμαρείτας, ὅθεν τε μετῳκίσθησαν, καὶ ὅπως τὸν Μωσαϊκὸν φυλάττειν ἠναγκάσθησαν νόμον. Ὑπὸ γὰρ τῶν θηρίων ἀναλισκόμενοι, ἱκέτευσαν ἕνα τῶν Ἰσραηλιτῶν αὐτοῖς ἱερέων ἀποσταλῆναι, ἵνα οὗτος ἐκπαιδεύων αὐτοὺς τοῦ Θεοῦ τῆς γῆς τὸν νόμον, τῆς ἐπικειμένης λώβης ἐλευθερώσῃ. Ἐτόπαζον γὰρ μερικὸν εἶναι τῶν ὅλων τὸν ποιητήν. Ἀλλ' ὅμως καὶ τοῦ ἱερέως ἀποσταλέντος, καὶ τὸν νόμον διδάσκοντος, «Τὸν Κύριον, φησὶν, αὐτοὶ ἐφοβοῦντο, καὶ τοῖς θεοῖς δὲ αὐτῶν ἐλάτρευον κατὰ τὸ κρῖμα τῶν ἐθνῶν.» Ὅθεν ἀπῴκισεν αὐτοὺς ἐντεῦθεν ἕως τῆς ἡμέρας ταύτης. Οὕτως ἐποίουν κατὰ τὸ κρῖμα αὐτῶν τὸ ἀπ' ἀρχῆς. Ταῦτα περὶ τῶν Σαμαρειτῶν εἰρηκὼς, ἐπὶ τὴν Ἰούδα μετέβη φυλὴν, καὶ τὸν Ἐζεκίαν ἠγάσθη, ὡς τῷ Δαβὶδ παραπλησίως τὸν τῶν ὅλων τεθεραπευκότα Θεόν. Οὐ γὰρ μόνον τὰς στήλας συνέτριψε, καὶ τὰ ἄλση συνέκοψεν, ἀλλὰ καὶ τὰ ὑψηλὰ ἐξῆρεν, ὅπερ οὐδεὶς τῶν πρὸ αὐτοῦ πεποίηκε. Συνέτριψε δὲ καὶ τὸν χαλκοῦν ὄφιν, ὃν ὁ μέγας Μωσῆς κατεσκεύασεν, οὐχ ἵνα προσκυνῆται, ἀλλ' ἵνα προτυπώσῃ τὸ σωτήριον πάθος· «Τούτῳ, φησὶν, ὁ λαὸς θυμιῶν διετέλεσε, καὶ ἐκάλεσαν αὐτὸν Νεεσθάν.» Τοῦτο δὲ ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ κείμενον εὗρον, «Χαλκὸς αὕτη.» Οἱ δὲ λοιποὶ, τὸν Νεεσθὰν Νάας. Ἐντεῦθεν οἶμαι καὶ τοὺς ὀφίτας, αἵρεσις δὲ αὕτη δυσσεβεστάτη, Ναασηνοὺς ὀνομάζεσθαι.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
