# Quaestiones in libros Regnorum et Paralipomenon 80.785

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.785

ΕΡΩΤ. Νʹ. Τί ἐστιν, «Εἰς τὸ τέλος τριῶν ἐτῶν;» Τρία τέλεια, φησὶν, ἔτη ἐπὶ τῆς Σαμαρείας κατέσχεν ἡ πολιορκία. ΕΡΩΤ. ΝΑʹ. Τί δήποτε δῶρα δώσειν τῷ Σεναχηρεὶμ ὁ Ἐζεκίας ὑπέσχετο; Ἄχαζ ὁ πατὴρ αὐτοῦ τὸν Θεγλαθφαλασὰρ εἰς συμμαχίαν κατὰ τῶν Σύρων καλέσας, φόρον τελέσειν ὑπέσχετο. Τοῦτον ἐκεῖνος διετέλεσε παρέχων. Ὁ δὲ Ἐζεκίας τὸν ἐπικείμενον δασμὸν οὐκ ἐξέτισε· τὴν δὲ στρατιὰν θεασάμενος, δώσειν ὑπέσχετο, καὶ ἔδωκε τριακόσια τάλαντα ἀργυρίου, καὶ τριακόσια τάλαντα χρυσίου. Τοσοῦτον γὰρ ὁ Ἀσσύριος δασμὸν παρέχειν ἐκέλευσεν. ΕΡΩΤ. ΝΒʹ. Τί δήποτε τὸ Θεῖον θεραπεύειν σπουδάζων, ἐκ τῶν ἱερῶν χρημάτων παρέσχε τὸν φόρον; Οὐκ ἀπέχρων οἱ βασιλικοὶ θησαυροί. Ἔθος οὖν ἐν ταῖς τοιαύταις ἀνάγκαις καὶ τοὺς ἱεροὺς θησαυροὺς δαπανᾷν, καὶ πάλιν αὐτοὺς ἐκ τῶν πολεμίων ἀναπληροῦν. Ἡ ἀνάγκη δὲ παρεσκεύασε καὶ τὰς πύλας χωνεῦσαι τὰς χρυσᾶς, ἃς οὗτος κατεσκεύασε, καὶ τοὺς σταθμοὺς τῶν θυρῶν. Τούτους γὰρ ἐστηριγμένα οἶμαι κληθῆναι· ἵνα μὴ πολέμῳ κρατήσας ὁ Σεναχηρεὶμ, καὶ τὸν ναὸν καὶ τὴν πόλιν ἐμπρήσῃ· καὶ ἐνταῦθα δὲ πάλιν δεδήλωκεν ὁ τὴν ἱστορίαν συγγράψας, ὅτι οὐ μόνον τὰ τεμένη τῶν εἰδώλων ὑψηλὰ ὀνομάζουσιν, ἀλλὰ καὶ τὰ τῷ Θεῷ τῶν ὅλων ἐν τοῖς ὑψηλοῖς τόποις δεδομημένα θυσιαστήρια. «Ἐὰν γὰρ εἴπητε, φησὶ, πρός με, Ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν· οὐχὶ αὐτὸς Ἐζεκίας ἀπέστησε τὰ ὑψηλὰ αὐτοῦ, καὶ τὰ θυσιαστήρια αὐτοῦ, λέγων τῷ Ἰούδα καὶ τῇ Ἱερουσαλὴμ, Ἐνώπιον τοῦ θυσιαστηρίου προσκυνήσατε ἐν Ἱερουσαλήμ;» Καὶ ταῦτα ἔλεγεν ὁ Ῥαψάκης, Ἑβραῖος ὢν οἶμαι, πρὸς ἐκείνους αὐτομο-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
