# Quaestiones in libros Regnorum et Paralipomenon 80.788

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.788

λήσας, ἢ τοῖς ἐξανδραποδισθεῖσιν ἤδη συναπαχθεὶς, καὶ ὡς εὔνοιαν δείξας τοῖς Ἀσσυρίοις τὴν στρατηγίαν θαῤῥηθείς· τῇ γὰρ Ἑβραΐδι φωνῇ χρώμενος ἐποιεῖτο τοὺς λόγους· αὐτίκα γοῦν αὐτὸν οἱ ἄρχοντες διαλεχθῆναι Συριστὶ παρεκάλεσαν, ὥστε μὴ γνῶναι τὸν λαὸν τὰ γενόμενα. Ἐκεῖνος δὲ μαθὼν ἀνιᾷν τοὺς ἄρχοντας τὸ τὸν λαὸν ἐπαΐειν τῶν λεγομένων, τῇ Ἑβραίων φωνῇ χρώμενος τὰς δυσσεβεῖς ἐκείνας βλασφημίας ἐτόλμησε, τοῖς ψευδωνύμοις θεοῖς τὸν ἀληθινὸν ἀπεικάσας Θεόν. Ἀλλ' ὁ σοφώτατος βασιλεὺς, οὐχ ὅπλα ταῖς ἐκείνου βλασφημίαις, ἀλλὰ προσευχὴν καὶ δάκρυα, καὶ σάκκον ἀντέταξε, καὶ τὸν προφήτην Ἡσαΐαν γενέσθαι πρεσβευτὴν ἠντιβόλησεν. Ἀξιάγαστα δὲ αὐτοῦ καὶ τὰ ῥήματα. «Ἡμέρα γὰρ, ἔφη, θλίψεως, καὶ ὀνειδισμοῦ, καὶ ἐλεγμοῦ, καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη, ὅτι ἦλθον οἱ υἱοὶ ἕως ὠδίνων, καὶ οὐκ ἔστιν ἰσχὺς τῇ τικτούσῃ.» Ἐμπιπράμεθα, φησὶ, καὶ ἐξαπτόμεθα τῷ θυμῷ, τῶν ἀῤῥήτων ἐκείνων βλασφημιῶν ἐπακούσαντες, κολάσαι δὲ τοὺς ἄνδρας ἐκείνους τοὺς δυσσεβεῖς οὐ δυνάμεθα. Ὅθεν ἱκετεύομεν τὸν τῶν βλασφημιῶν ἐκείνων ἀκηκοότα Δεσπότην, διδάξαι τοὺς ἀνοσίους, ὡς οὐκ ἔστιν εἷς τῶν καλουμένων θεῶν. Παραυτίκα δὲ τὴν ἱκετείαν δεξάμενος ὁ φιλάνθρωπος Θεὸς, ἀπεσκέδασε τοῦ βασιλέως τὸ δέος. «Ἰδοὺ γὰρ, ἔφη, δίδωμι πνεῦμα ἐν αὐτῷ, καὶ ἀκούσεται ἀγγελίαν πονηρὰν, καὶ ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ· καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτῶν.» Τὸ δὲ, «Ἰδοὺ ἐγὼ δίδωμι

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
