# Quaestiones in libros Regnorum et Paralipomenon 80.789

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.789

πνεῦμα ἐν αὐτῷ,» τὴν δειλίαν οἶμαι δηλοῦν. Καὶ γὰρ ὁ θεῖος Ἀπόστολος οὕτως ἔφη· «Οὐ γὰρ ἔδωκεν ἡμῖν πνεῦμα δειλίας. Ἡ δὲ τοῦ Θεοῦ πρόῤῥησις εὐθὺς τὸ τέλος ἐδέξατο. Φήμης γὰρ θρυλληθείσης ὡς τῶν Αἰθιόπων ὁ βασιλεὺς ἐπεστράτευσε, δείσας ὁ Σεναχηρεὶμ ὑπεχώρησε τῆς πάσης δυσσεβείας μεστὴν ἀποστείλας ἐπιστολήν. Ἀλλὰ ταύτην ὁ σοφώτατος βασιλεὺς ἀναπτύξας ἐν τῷ ναῷ, τὴν θαυμασίαν ἐκείνην προσενήνοχε φωνήν· «Κύριε παντοκράτωρ ὁ Θεὸς Ἰσραὴλ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σὺ εἶ ὁ Θεὸς μόνος ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς· σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἐκεῖνοί σε, φησὶν, ἕνα νομίζουσι τῶν πολλῶν τῶν οὐκ ὄντων· ἐγὼ δέ σε μόνον οἶδα Θεὸν, ποιητὴν τῶν ἁπάντων· «Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε· καὶ ἄκουσον τῶν λόγων Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα.» Τὸ δὲ, «Κλῖνον καὶ ἄκουσον,» ἀνθρωπίνως τέθεικε, μετ' εὐμενείας δεχθῆναι τὴν ἱκετείαν ἀντιβολῶν. «Ἐπ' ἀληθείας γὰρ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων καὶ τὰ ἔθνη, καὶ τὴν γῆν αὐτῶν, καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ. Οὐ γὰρ ἦσαν θεοὶ, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσαν αὐτούς.» Τοῦτο, φησὶ, τὸν ἀνόσιον τοῦτον ἐκίνησεν εἰς ἀσέβειαν. ᾨήθη γὰρ ὅμοιόν σε εἶναι τῶν οὐκ ὄντων θεῶν· ἀλλὰ τῇ πείρᾳ μαθέτω, Δέσποτα, ὅσον τὸ διάφορον ἀληθινοῦ Θεοῦ καὶ ψευδοῦς. Ἀλλὰ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
