# Quaestiones in libros Regnorum et Paralipomenon 80.792

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.792

γὰρ περιττὸν οἶμαι ταυτολογεῖν. Ταῦτα γὰρ τὸν προφήτην Ἡσαΐαν ἑρμηνεύων ἀνέπτυξα. Συντόμως τοίνυν ἐρῶ, ὡς τὴν ἱκετείαν ὁ Δεσπότης δεξάμενος, νύκτωρ ἐν ἀκαρεῖ ὀκτὼ καὶ δέκα μυριάδας τῶν Ἀσσυρίων, καὶ πεντακισχιλίους, τῷ θανάτῳ παρέπεμψεν. Ὁ δὲ Σεναχηρεὶμ τὸν θάνατον διέφυγεν· ἵνα πᾶσι μηνύσῃ ὅση τοῦ Θεοῦ τῶν Ἰουδαίων ἡ δύναμις. Εὐθὺς δὲ παρὰ τῶν παίδων ἐδέξατο τὴν δικαίαν πληγήν. Ἐπειδὴ γὰρ κατὰ τοῦ πεποιηκότος ἐλύττησεν, ὑπὸ τῶν φύντων ὑπέμεινε τὴν ἀναίρεσιν. Ἀραρὰτ δὲ τὴν Ἀρμενίαν ἐκάλεσεν. Ἡ γὰρ προφητεία τοῦ Ἡσαΐου ταύτην ἔχει τὴν ἑρμηνείαν. Καὶ τὰ περὶ τῆς ἀῤῥωστίας δὲ ἐν τῇ τοῦ θεσπεσίου Ἡσαΐου προφητείᾳ δῆλα πεποιηκὼς, παρέλκον οἶμαι δὶς τὴν αὐτὴν ἑρμηνείαν ποιήσασθαι. Τὸ μέντοι κατὰ τὸν ἥλιον θαῦμα εἰς πᾶσαν τὴν οἰκουμένην διέδραμε. Πᾶσι γὰρ ἐγένετο γνώριμος ἀναστρέψας ὁ ἥλιος. Οὗ δὴ χάριν τῶν Βαβυλωνίων ὁ βασιλεὺς, καὶ τὸν ὄλεθρον ἐγνωκὼς, καὶ τὰ κατὰ τὸν ἥλιον παραδόξως γεγενημένα μεμαθηκὼς, καὶ πρέσβεις καὶ δῶρα τῷ τῶν Ἰουδαίων ἀπέστειλε βασιλεῖ· καὶ οὓς ἐξανδραποδίζειν εἰώθεσαν, τούτους ὡς κρείττους ἐτίμησαν. Οὕτως αὐτοὺς ἐπισήμους ὁ παρ' αὐτῶν θεραπευθεὶς Θεὸς ἀπέφηνεν. ΕΡΩΤ. ΝΓʹ. Τί δήποτε μέμψιν ὑπέμεινεν Ἐζεκίας ὁ βασιλεὺς, τοὺς θησαυροὺς τοῖς τῶν Βαβυλωνίων πρεσβευταῖς ὑποδείξας; Ὅτι δέον τοῦ Θεοῦ διδάξαι τὴν δύναμιν, καὶ τὴν κηδεμονίαν ἧς ἔτυχε, τὸν πλοῦτον ὑπέδειξε, τὸν οὐδὲν ἔχοντα μόνιμον. Ὅτι δὲ οὐ φύσις, ἀλλὰ γνώμη ἐν τοῖς ψυχικοῖς κρατεῖ, μαρτυρεῖ Μανασσῆς, τὴν εὐσεβῆ τοῦ πατρὸς πολιτείαν καταλιπὼν, καὶ τὴν ἐναντίαν ὁδεύσας. «ᾨκοδόμησε γὰρ, φησὶ, τὰ ὑψηλὰ, ἃ κατέσκαψε καὶ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῷ Βάαλ· καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ· καὶ προσεκύνησε πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἐδούλευσεν αὐτοῖς.» Στρατιὰν δὲ λέγει τοῦ οὐρανοῦ, τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας· καὶ τὸ πάντων δυσσεβέστατον, «ᾠκοδόμησε θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ἐν ᾧ εἶπεν, Ἐν Ἱερουσα-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
