# Quaestiones in libros Regnorum et Paralipomenon 80.793

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.793

λὴμ θήσω τὸ ὄνομά μου.» Καὶ οὐχ ἓν μόνον, ἀλλὰ πλεῖστα. Πάσῃ γὰρ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δύο αὐλαῖς οἴκου Κυρίου ᾠκοδόμησε· καὶ ἐκληδονίζετο, καὶ οἰωνίζετο, καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ γνώστας ἐπλήθυνε. Κληδὼν δέ ἐστιν ἡ διὰ λόγων παρατήρησις· οἰώνισμα δὲ ἡ διὰ πτηνῶν. Γνώστας δὲ οἶμαι τοὺς δι' ἥπατος μαντευομένους κληθῆναι. Τὸ δὲ πάντων ἀνοσιώτατον, τὸ ἐν τῷ θείῳ στῆσαι ναῷ τὸ τῆς ἀκολάστου δαίμονος ἄγαλμα. «Ἔθηκε γὰρ, φησὶ, τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ Κυρίου.» Καὶ τὰ ἑξῆς διδάσκει τὴν τῆς ἀσεβείας ὑπερβολήν. ΕΡΩΤ. ΝΔʹ. Πῶς νοητέον τὸ, «Ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ μέτρον Σαμαρείας;» Ταῖς αὐταῖς, φησὶ, καὶ τούτους περιβαλῶ συμφοραῖς. Καὶ ὥσπερ ἐκείνων τοὺς μὲν ὁ λιμὸς, τοὺς δὲ ὁ πόλεμος ἐδαπάνησε, τοὺς δὲ λοιποὺς ἐξανδραποδίσαντες εἰς ἑτέραν μετέστησαν γῆν· οὕτω καὶ τοῖς ἐν Ἱερουσαλὴμ οἰκοῦσι τοσαύτας τιμωρίας ἐποίσω. Καὶ ὥσπερ τοῦ Ἀχαὰβ τὸν οἶκον πανωλεθρίᾳ παρέδωκα· οὕτω τῆς Ἱερουσαλὴμ μεταβαλῶ τὴν ὑπερηφανίαν εἰς εὐτέλειαν. Οὐ γὰρ μόνον εἰς τὴν τῶν εἰδώλων ἐλύττησε πλάνην, ἀλλὰ καὶ αἷμα ἀθῶον ἐξέχεε Μανασσῆς σφόδρα, ἕως οὗ ἐνέπλησε τὴν Ἱερουσαλὴμ στόμα ἐπὶ στόμα. Ἀνῄρει δὲ διαφερόντως τοὺς τῆς εὐσεβείας ἀντεχομένους, καὶ τὴν θείαν ὀργὴν αὐτοῖς σημαίνοντας. Τοῦτόν φασι καὶ τὸν προφήτην Ἡσαΐαν διαπρίσαι ξυλίνῳ χρησάμενον πρίονι. Ἀλλ' οὗτος μὲν, ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξεν ἱστορία, μεταμελείᾳ χρησάμενος τῆς ἀφέσεως ἔτυχεν. Ἀμμὼν δὲ ὁ τούτου υἱὸς, τὴν μὲν τοῦ πατρὸς ἐμιμήσατο πονηρίαν· τὴν δὲ μεταμέλειαν οὐκ ἐζήλωσεν. Ὁ δὲ ἔκγονος τὴν ἄκραν ἤσκησεν ἀρετὴν, καὶ τοῦ προγόνου Δαβὶδ ἐκτήσατο τὴν εὐσέβειαν. Καὶ πρῶτον μὲν τὰ θεραπείας δεόμενα τοῦ θείου νεὼ πάσης ἐπιμελείας ἠξίωσεν· ἔπειτα τῶν θείων λογίων ἀκούσας, τῶν ἐν τῷ Δευτερονομίῳ κειμένων, καὶ τὴν ἐσθῆτα διέῤῥηξε, καὶ ἐπὶ πλεῖστον ἐθρήνησε, καὶ μαθεῖν τὸ πρακτέον περὶ τοῦ Θεοῦ τῶν ὅλων ἐζήτησεν. Εἰς τοσαύτην δὲ τῶν θείων ἀμέλειαν ἐξώκειλαν ἅπαντες, ὡς μηδὲ τῶν θείων ἐπακούειν λογίων. Τοῦτο γοῦν τὸ βιβλίον ἔν τινι τῶν ἱερῶν οἴκων Χελκίας ὁ ἀρχιερεὺς ἐῤῥιμμένον εὑρὼν, ἀπέστειλε τῷ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
