# Quaestiones in libros Regnorum et Paralipomenon 80.800

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.800

ἀπέφηνεν. Ἐὰν δέ τις ψιλῷ προσέχῃ τῷ γράμματι, εὑρεθήσεται κἀκεῖνος καὶ οὗτος τοῦ Δαβὶδ ὑπερκείμενος. Καὶ περὶ ἐκείνου γὰρ, καὶ περὶ τούτου ἔφη ὅτι «Ὅμοιος αὐτῷ οὐκ ἐγένετο βασιλεὺς ἔμπροσθεν αὐτοῦ.» Ἀλλὰ δῆλον, ὡς οὔτε τὸν Ἐζεκίαν τοῦ Δαβὶδ προὐτέθεικεν, οὔτε τοῦ Ἐζεκίου τὸν Ἰωσίαν, καὶ τοῦ Δαβὶδ ἀπέφηνε κρείττονα· ἀλλὰ τοῖς ἄλλοις αὐτοὺς εὐσεβέσι συνέκρινεν. Εἰ δέ τις ὑπείληφε μεμφθῆναι τὸν Ἐζεκίαν, ὡς φρονήματι χρησάμενον ὑψηλῷ, καὶ τοῖς Βαβυλωνίου πρεσβευταῖς τοὺς θησαυροὺς ὑποδείξαντα, ὄψεται καὶ τὸν Ἰωσίαν οὐ παντάπασιν αἰτίας ἐλεύθερον. Ἡνίκα γὰρ Φαραὼ Νεχαὼ κατὰ τῶν Ἀσσυρίων ἐστρατεύσατο, ἐπικουρῆσαι τοῖς Ἀσσυρίοις ἐσπούδασε· καὶ ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξε βίβλος, ἔφη πρὸς αὐτὸν Φαραώ· «Τί ἐμοὶ καὶ σοὶ, βασιλεῦ Ἰούδα; Οὐκ ἐπὶ σὲ ἥκω σήμερον ποιῆσαι πόλεμον, ἀλλ' ἢ ἐπὶ τὸν τόπον τοῦ πολέμου, καὶ ὁ Θεὸς εἶπε τοῦ κατασπεῦσαί με. Πρόσεχε σὺ ἀπὸ τοῦ Θεοῦ τοῦ μετ' ἐμοῦ, μὴ καταφθείρῃ σε. Καὶ οὐκ ἀπέστρεψεν Ἰωσίας τὸ πρόσωπον αὐτοῦ· ἀλλ' ἐκραταιώθη τοῦ πολεμεῖν αὐτόν· καὶ οὐκ ἤκουσεν Ἰωσίας τῶν λόγων Φαραὼ Νεχαὼ ἐκ στόματος Κυρίου· καὶ ἦλθε τοῦ πολεμεῖν ἐν τῷ πεδίῳ Μαγεδδώ. Καὶ ἐτόξευσαν οἱ τοξόται Φαραὼ ἐπὶ τὸν βασιλέα Ἰωσίαν. Καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὑτοῦ, Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα.» Ὁ δὲ Ἔσδρας οὕτω φησί· «Καὶ διεπέμψατο ὁ βασιλεὺς Αἰγύπτου πρὸς Ἰωσίαν, λέγων, Τί ἐμοὶ καὶ σοὶ, βασιλεῦ τῆς Ἰουδαίας; Οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ Θεοῦ. Ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μοί ἐστι. Καὶ νῦν Κύριος μετ' ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ. Καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσίας ἐπὶ τὸ ἅρμα αὑτοῦ· ἀλλὰ πολεμεῖν αὐτὸν ἐπεχείρει, οὐ προσέχων ῥήμασιν Ἱερεμίου τοῦ προφήτου ἐκ στόματος Κυρίου· ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ μετὰ ἀδίκου.» Οὐ τοίνυν αὐτοὺς ἀλλήλοις συγκρίνει, οὐδὲ ἀλλήλων ὑπερτίθησι. Τὸ γὰρ οὕτω νοεῖν ἀνοίας ἐστὶν ἐσχάτης· ἀλλὰ τοῖς ἄλλοις αὐτοὺς παρεξήτασε βασιλεῦσι. Τὰ δὲ κατὰ τὸν Ἰωαχὶμ, καὶ Ἰωακεὶμ, καὶ Ἰεχονίαν, καὶ Σεδεκίαν, πλατύτερον ὁ θεῖος Ἱερεμίας συνέγραψε. Κἀκείνην δὲ τὴν βίβλον διὰ τῆς θείας χάριτος πᾶσαν ἡρμηνεύσαμεν. Παρέλκον τοίνυν ὑπολαμβάνω δὶς τοὺς αὐτοὺς ἀνελίττειν λόγους. Τὸν δὲ Ἰωαχὶμ, τὸν τοῦ Ἰωακεὶμ υἱὸν, ὁ θεῖος Ἱερεμίας Ἰεχονίαν καλεῖ· ἡ δὲ τῶν Παραλειπομένων βίβλος Ἰωακείμ. Τοῦτον ὁ Εὐϊλὰτ Μερωδὰχ τῆς εἱρκτῆς ἀπαλλάξας, ὁμοδίαιτον εἶχε καὶ ὁμοτράπεζον. Ὁ τύπτων γὰρ καὶ ἰώμενος τοῖς πολεμίοις ἐκδεδωκὼς, πάλιν αὐτὸν ἐλευθερίας ἠξίωσεν.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
