# Quaestiones in libros Regnorum et Paralipomenon 80.805

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.805

καὶ αὕτη ἡ βίβλος μετὰ τὴν ἐπάνοδον συγγραφῆναι τὴν ἀπὸ Βαβυλῶνος. Μέμνηται γὰρ καὶ τῆς αἰχμαλωσίας, καὶ ταύτης τὴν αἰτίαν διδάσκει. «Πᾶς γὰρ, φησὶν, Ἰσραὴλ ἐγενεαλογήθησαν, καὶ ἰδού εἰσι γεγραμμένοι ἐπὶ βιβλίου ἡμερῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα, καὶ ἀπῳκίσθησαν εἰς Βαβυλῶνα διὰ τὴν ἀσυνθεσίαν αὐτῶν, ἣν ἠδίκησαν· καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν, καὶ ἐν ταῖς πόλεσιν αὐτῶν Ἰσραὴλ, καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ Ναθιναῖοι. Ταῦτα δὲ δηλοῖ μεταγενεστέραν εἶναι τῆς αἰχμαλωσίας τὴν συγγραφήν. Οὐδεὶς γὰρ ἱστορίαν συγγράφων τὰ μεταγενέστερα λέγει, ἀλλ' ἢ τὰ πρότερα, ἢ τὰ ἐπ' αὐτοῦ γεγενημένα. Προφητῶν γὰρ ἴδιον τὸ προλέγειν τὰ μέλλοντα. Ἔφη δὲ, ὅτι σὺν αὐτοῖς ᾐχμαλωτεύθησαν καὶ οἱ πρὸ αὐτῶν τὴν γῆν ἐκείνην κατεσχηκότες. Πολλοὶ γὰρ καὶ Χαναναῖοι, καὶ Χετθαῖοι, καὶ Ἰεβουσαῖοι συνῴκουν αὐτοῖς, καὶ τῆς συμφορᾶς ἐκοινώνησαν. Σὺν τῷ Ἰσραὴλ δὲ καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται ἀπήχθησαν δορυάλωτοι. Ναθιναίους δὲ οἶμαι καλεῖσθαι τοὺς ἱεροδούλους ὀνομαζομένους. Πολλοὶ γὰρ ἑαυτοὺς ἀφιέρουν εἰς τὰς τῶν ἱερέων καὶ Λευϊτῶν ὑπουργίας. Ἐχρῆν γὰρ καὶ τοὺς ἐκ τῶν ἄλλων φυλῶν, καὶ ὑδροφορεῖν, καὶ ξυλοκοπεῖν, καὶ τἄλλα ὅσα τοιαῦτα ἐργάζεσθαι. Εἰ γὰρ τοὺς Γαβαωνίτας, ἀλλοφύλους ὄντας, Ἰησοῦς ὁ πανεύφημος ἐκέλευσεν ὑδροφόρους εἶναι τῆς σκηνῆς, καὶ ξυλοκόπους, πολλῷ μᾶλλον Ἰσραηλίταις ἡ τοιαύτη πρόσφορος ἦν λειτουργία. Εὗρον δὲ καὶ ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ τοῦτο δηλοῦν τὸ ὄνομα δόσιν Ἰαὼ, τουτέστι, τοῦ ὄντος Θεοῦ. Μέμνηται δὲ καὶ τῶν τῆς Ἱερουσαλὴμ οἰκητόρων· καὶ λέγει τούτους εἶναι ἐκ τῶν υἱῶν Ἰούδα, καὶ Βενιαμὶν, καὶ Ἐφραῒμ, καὶ Μανασσῆ. Μέμνηται καὶ ἱερέων καὶ Λευϊτῶν, τῶν ἐκείνην ᾠκηκότων τὴν πόλιν. Κορηνοὺς δὲ καλεῖ τοῦ Κορὲ τοὺς ἀπογόνους. Ἐκ τούτων λέγει καὶ πυλωροὺς τῷ θείῳ γεγενῆσθαι ναῷ· καὶ τὴν διάταξιν ταύτην ὑπὸ Σαμουὴλ καὶ Δαβὶδ γεγονέναι. «Τούτους γὰρ, φησὶν, ἠρίθμησε καὶ ἔστησε Σαμουὴλ καὶ Δαβὶδ ὁ ὁρῶν ἐν τῇ πίστει αὐτῶν· οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν οἴκου Κυρίου, καὶ τοῦ οἴκου τῆς σκηνῆς, τοῦ φυλάσσειν αὐτὴν εἰς τοὺς τέσσαρας ἀνέμους.» Τῆς δὲ σκηνῆς ἐμνημόνευσεν, ἐπειδὴ ὑπὸ Σαμουὴλ καὶ Δαβὶδ οὐδέπω ὁ θεῖος ναὸς ᾠκοδόμητο, ἀλλ' ἐν τῇ σκηνῇ ἐπετέλουν τὰς ἱερὰς λειτουργίας. Ἡρμήνευσε δὲ καὶ τὰς ἐφημερίας. Οὐ γὰρ καθ' ἑκάστην ἡμέραν ἠμείβοντο, ἀλλὰ κατὰ ἑπτὰ ἡμερῶν ἀριθμόν. Τοῦτο γὰρ ἐπήγαγε· «Καὶ οἱ ἀδελφοὶ αὐτῶν ἐν ταῖς ἐπαύλεσιν αὐτῶν ἤρχοντο εἰς τὰ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
