# Quaestiones in libros Regnorum et Paralipomenon 80.808

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.808

ἕβδομα τῶν καιρῶν, τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων.» Καὶ τὰ σκεύη δὲ τῆς λειτουργίας ἕτεροι ἦσαν Λευῖται πεπιστευμένοι. «Καὶ ἐξ αὐτῶν γὰρ, φησὶν, ἐπὶ τὰ σκεύη τῆς λειτουργίας· ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι, καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά· καὶ ἐξ αὐτῶν καθιστάμενοι ἐπὶ τὰ σκεύη, καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, καὶ τοῦ οἴνου, καὶ τοῦ ἐλαίου, καὶ τοῦ λιβάνου, καὶ τῶν ἀρωμάτων.» Τὸ μέντοι θυμίαμα οἱ ἱερεῖς κατεσκεύαζον. «Ἀπὸ γὰρ τῶν ἱερέων, φησὶ, μυρεψοὶ τοῦ μύρου ἐν τοῖς ἀρώμασι.» Περὶ δὲ τοῦ τάφου τοῦ Σαοὺλ σαφέστερον ἐνταῦθα συγγέγραπται. Ἐν μὲν γὰρ τοῖς Βασιλείοις ἀνέγνωμεν, ὅτι ἔλαβον τὰ ὀστᾶ αὐτοῦ, καὶ ἔθαψαν ὑπὸ τὴν ἄρουραν ἐν Ἰαβείς· ἐνταῦθα δὲ ὑπὸ τὴν δρῦν ἐν Ἰαβείς. Καὶ τὰ περὶ τῆς ἐγγαστριμύθου σαφέστερον ἐνταῦθα δεδήλωται. «Ἀπέθανε γὰρ, φησὶ, Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε Κυρίῳ, κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν αὐτὸν, καὶ ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῇ ἐγγαστριμύθῳ τοῦ ἐκζητῆσαι· καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης.» Δηλοῖ δὲ ὁ λόγος, ὡς οὐχὶ γοητείαις τῆς ἐγγαστριμύθου τὸν Σαμουὴλ ἀνήγαγεν· ἀλλ' ὅτι μὲν ἐκεῖνος δυσσεβῶς καὶ παρανόμως δι' ἐκείνης ᾔτησε τοῦτο γενέσθαι· ὁ δὲ Θεὸς κατ' αὐτοῦ τῆς τιμωρίας τὴν ψῆφον ἐξήνεγκε. Διδάσκει δὲ ταῦτα σαφῶς, ὡς οὐ ψευδὴς, καθ' ἅ τινες εἶπον, ἡ γενομένη πρόῤῥησις. «Ἀπεκρίθη γὰρ αὐτῷ, φησὶ, Σαμουὴλ ὁ προφήτης.» Οἶμαι δὲ οὕτως ὠνομάσθαι τὴν ὄψιν, ἐπειδὴ παρὰ τοῦ Σαμουὴλ ὁ Σαοὺλ μαθεῖν τὸ πρακτέον ἐπόθησεν. Εἴτε δὲ ἄγγελος ἦν ὁ ὀφθεὶς, ἐν τύπῳ τοῦ Σαμουὴλ τὸ σχῆμα δεικνύων· εἴτε αὐτοῦ τοῦ Σαμουὴλ ἡ ψυχὴ ἐν ταύτῃ τῇ ὄψει· ἰστέον ὡς οὐ τῇ μαγγανείᾳ τῆς ἐγγαστριμύθου τοῦτο γεγένηται· ἀλλὰ τῇ τοῦ Θεοῦ σοφίᾳ τε καὶ δυνάμει· ὃς καὶ διὰ δυσσεβούντων πολλὰ τῶν ἐσομένων πολλάκις προείρηκε· διὰ τοῦ Φαραὼ, τὴν εὐθηνίαν καὶ τὸν λιμόν· καὶ διὰ τοῦ Ναβουχοδονόσορ, τὰς μεγίστας βασιλείας τῆς οἰκουμένης. Ἀλλὰ γὰρ καὶ ἀποχρώντως περὶ τούτων ἐν τῇ τῶν Βασιλειῶν εἰρήκαμεν ἑρμηνείᾳ. Ἐπὶ τὰ λοιπὰ τοίνυν ἰτέον. Τὸν Δαβὶδ ἔφη κεχρίσθαι ἐν τῇ Χεβρὼν κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουὴλ, ἐπειδὴ τῷ Σαμουὴλ ἐνετείλατο ὁ Θεὸς χρίσαι αὐτόν. Τὸ δὲ, «Ἐπορεύετο Δαβὶδ, πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ ἦν μετ' αὐτοῦ,» δηλοῖ τοῦ παναγίου Πνεύματος τὴν ἀξίαν. Κύριον γὰρ παντοκράτορα τὸ πανάγιον ἐκάλεσε Πνεῦμα. Πεντάπηχυν δὲ τὸν Αἰγύπτιον ἔφη, ὃν Βανέας ἀνεῖλε. Πῶς οὖν ἔφασάν τινες μὴ γεγενῆσθαί τινας μεγάλα σώματα ἐσχηκότας; Γεδοὺρ δὲ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
