# Quaestiones in libros Regnorum et Paralipomenon 80.816

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.816

τοι υἱοὶ τοῦ Αἰμὰν τοῦ ὁρῶντος τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ τοῦ ὑψῶσαι κέρας. Καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τέσσαρας καὶ δέκα, καὶ θυγατέρας τρεῖς. Πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνοῦντες ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ κινύραις, εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενοι τοῦ βασιλέως, καὶ Ἀσὰφ, καὶ Ἰδιθοὺμ, καὶ Αἰμάν.» Καὶ Μωσέως δὲ τοῦ μεγάλου τοὺς ἀπογόνους τῶν ἱερῶν θησαυρῶν ἀπέφηνε φύλακας. Ἀπέκειντο δὲ ἐν τούτοις, καὶ τὰ ἐκ τῶν πολέμων ἀκροθίνια, καὶ τὰ δῶρα τὰ προσφερόμενα τῷ Θεῷ. «Ὅσα γὰρ, φησὶν, ἡγίασε Δαβὶδ ὁ βασιλεὺς, καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι, καὶ ἑκατόνταρχοι, καὶ οἱ ἄρχοντες τῆς δυνάμεως, ἃ ἔλαβον ἐκ τῶν πολέμων, καὶ ἐκ τῶν λαφύρων, καὶ ἡγίασεν ἀπ' αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου Κυρίου, καὶ ἐπὶ πάντων ἁγίων τοῦ Θεοῦ, ὅσα ἡγίασε Σαμουὴλ ὁ ὁρῶν, καὶ Σαοὺλ ὁ τοῦ Κὶς, καὶ Ἀβεννὴρ ὁ τοῦ Νὴρ, καὶ Ἰωὰβ ὁ τοῦ Σαρουΐα, καὶ πᾶς ὁ ἁγιάζων διὰ χειρὸς Σαλωμὴθ, καὶ τῶν ἀδελφῶν αὐτοῦ.» Μηδεὶς δὲ νομιζέτω διαφωνίαν εἶναι, τῷ τὸν Βανέαν ἐν ταῖς Βασιλείαις αὐλάρχην εἰρῆσθαι, καὶ τοῦ βασιλέως ἀδελφιδοῦν, ἐνταῦθα δὲ ἱερέα. Ὁμώνυμοι γάρ εἰσιν· ἀλλ' οὗτος μὲν ἐκ τῆς ἱερατικῆς, καὶ οὐκ ἐκ τῆς βασιλικῆς ἦν φυλῆς. Ἀξιάγαστος δὲ τοῦ Δαβὶδ ἡ παραίνεσις, ἣν πρὸς τὸν υἱὸν ἐποιήσατο. «Γνῶθι γὰρ, ἔφη, τὸν Θεὸν τῶν πατέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐξετάζει Κύριος, καὶ πᾶν ἐνθύμημα διανοιῶν γινώσκει.» Τὴν ἀναγκαστὴν, φησὶ, δουλείαν οὐκ ἀποδέχεται· τὴν δὲ ἐθελούσιον ἐπαινεῖ, καὶ τὴν τελείαν ἀγαπᾷ προθυμίαν. «Ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἂν ἐγκαταλείψῃς αὐτὸν, ἐγκαταλείψῃ σε εἰς τέλος.» Εὐαγγελικὴ ὑπόσχεσις· «Ζητεῖτε γὰρ, φησὶ, καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.» —»Ἴδε τοίνυν ὅτι προείλετό σε, φησὶν, ἐμοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα· ἀνδρίζου καὶ ποίει.» Προέκρινέ σε, φησὶν, ἐμοῦ· ἐγὼ ἠβουλήθην οἰκοδομῆσαι, καὶ σοὶ τὸ ἔργον ἐπέτρεψε. Σὺν πάσῃ τοιγαροῦν προθυμίᾳ τὸ κελευσθὲν ἀποπλήρωσον. Εἶτα ὡς νέῳ, καὶ ἀγνοοῦντι καὶ τὰ μέτρα καὶ τὸ σχῆμα τῆς οἰκοδομίας, σκαριφεύσας ἔδωκεν. «Ἔδωκε γὰρ, φησὶ, Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ, καὶ τῶν οἴκων αὐτοῦ, καὶ τῶν ἀποθηκῶν αὐτοῦ, καὶ τῶν ὑπερῴων, καὶ τῶν ταμιείων αὐτοῦ τῶν ἐσωτέρων, καὶ τοῦ οἴκου τοῦ ἱλαστηρίου.» Καὶ διδάσκων, ὡς οὐ λογισμὸς ἀνθρώπινος ταῦτα διέγραψεν, ἀλλ' ἡ χάρις τοῦ Πνεύματος, ἐπήγαγε· «Καὶ τὸ παράδειγμα πάντων ὧν ἦν ἐν πνεύματι μετ' αὐτοῦ, καὶ τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
