# Quaestiones in libros Regnorum et Paralipomenon 80.817

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.817

παστοφορίων τῶν κύκλῳ, τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου.» Ἐδίδαξε δὲ αὐτὸν καὶ πόσου σταθμοῦ προσήκει εἶναι τὰς λυχνίας τὰς χρυσᾶς, πόσου δὲ τὰς τραπέζας. Ὡσαύτως δὲ καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰ σπονδεῖα, καὶ τὰς φιάλας. Καφφωρὲ δὲ καλεῖ σκεύη τινὰ χρυσᾶ καὶ ἀργυρᾶ, ἐν οἷς ἐφύρων τὴν σεμίδαλιν τῷ ἐλαίῳ. Καὶ ἄλλα δὲ πάντα διεξελθὼν, ἐπήγαγε· «Πάντα ἐν γραφῇ ἐκ χειρὸς Κυρίου ἔδωκε Δαβὶδ τῷ Σολομῶντι, κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν, τοῦ συνιέναι τὴν κατεργασίαν τοῦ παραδείγματος.» Ἐπισημαντέον δὲ, ὡς ἄνω μὲν ἐν πνεύματι δεδόσθαι τὴν γνῶσιν εἴρηκεν· ἐνταῦθα δὲ, ἐκ χειρὸς Κυρίου. Κύριος ἄρα τὸ πανάγιον Πνεῦμα, κἂν μὴ θέλωσιν οἱ τῷ Πνεύματι πολεμοῦντες. Μετὰ διορισμοῦ δὲ τὴν θείαν αὐτῷ κηδεμονίαν ὑπέσχετο. «Οὐκ ἀνήσει γάρ σε, φησὶν, οὐδὲ μὴ ἐγκαταλίπῃ, ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν οἴκου Κυρίου.» Οἰκοδομῶν γὰρ ηὐσέβει, καὶ τῆς θείας προνοίας ἀπήλαυσε· μετὰ δὲ τὴν οἰκοδομίαν, εἰς ἀσέβειαν ἀποκλίνας, ἔρημος τῆς θείας κηδεμονίας ἐγένετο. Ὅτι δὲ καὶ μαρμάροις ὁ ναὸς ἐπεποίκιλτο, ἡ ἱστορία διδάσκει. «Λίθους γὰρ, φησὶν, ὄνυχος, καὶ λίθους πληρώσεως, λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ λίθους Παρίους εἰς πλῆθος.» Δείξας δὲ ὁπόσας μυριάδας ταλάντων χρυσοῦ καὶ ἀργύρου συνήγαγε, καὶ χαλκὸν καὶ σίδηρον ὑπερβαίνοντα τοὺς τῶν ἀνθρώπων λογισμοὺς, προέτρεψε τοὺς ἄρχοντας ἑκόντας προσενεγκεῖν δῶρα τῷ Δεσπότῃ Θεῷ. Τοῦτο γὰρ ἔφη· «Καί τις ἑκουσιάσεται πληρῶσαι τὰς χεῖρας αὑτοῦ σήμερον τῷ Κυρίῳ;» Τὴν δὲ τοῦ λαοῦ θεασάμενος προθυμίαν, ὕμνον τῷ μεγαλοδώρῳ Δεσπότῃ Θεῷ προσήνεγκε. «Τίς γὰρ, φησὶν, εἰμὶ ἐγὼ, καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν τοῦ ἑκουσιάσασθαί σοι οὕτως, ὅτι σά ἐστι τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι. Ὅτι πάροικοί ἐσμεν ἐναντίον σου, καὶ παρεπίδημοι καθὼς πάντες οἱ πατέρες ἡμῶν ἐσμεν, καὶ ὡσεὶ σκιαὶ αἱ ἡμέραι ἡμῶν ἐπὶ τῆς γῆς.» Οὕτω τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ὁμολογήσας, ᾔτησε καὶ τῷ λαῷ, καὶ τῷ βασιλεῖ τῆς εὐσεβείας τὴν κτῆσιν. «Δὸς γὰρ αὐτῷ, φησὶ, καρδίαν ἀγαθὴν τοῦ ποιεῖν τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, καὶ τὰ προστάγματά σου.» Εἶτα πάντα τὸν λαὸν κοινωνῆσαι τῆς ὑμνῳδίας παρεγγυᾷ, καὶ κοινῇ πάντας κλῖναι τὰ γόνατα, καὶ προσενεγκεῖν τὴν προσκύνησιν. Ἔπειτα χιλιόμβην προσενεγκὼν, καὶ θυσίας ἑτέρας ἐπιτελέσας, τοῦ λαοῦ παρόντος ἐχειροτόνησε τὸν υἱόν. Τὸ δὲ, «Ἐκάθισε Σολομὼν ἐπὶ θρόνου Κυρίου εἰς βασιλέα ἀντὶ Δαβὶδ τοῦ πατρὸς αὐτοῦ,» ἀντὶ τοῦ, «Εἰς τὸν ὑπὸ τοῦ Θεοῦ δοθέντα θρόνον ἐκάθισε.» Δηλοῖ δὲ τῆς προτέρας ἱστορίας τὸ τέλος, ὡς καὶ Σαμουὴλ ὁ ὁρῶν, καὶ Νάθαν δὲ ὁ προφήτης, καὶ Γὰδ ὁ ὁρῶν βίβλους εἶχον συγγεγραμμένας.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
