# Quaestiones in libros Regnorum et Paralipomenon 80.824

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.824

πρακτέον ὑπὸ τοῦ Θεοῦ σοφιζόμενοι. Οἱ δὲ ταύτης ἐστερημένοι τῆς χάριτος, ὡς ἔτυχε φέρονται. Τοῦτο γὰρ ἐνταῦθα ὁ λόγος δεδήλωκεν, ὅτι ἔδοξε τῷ Δεσπότῃ Θεῷ ῥῆξαι διχῆ τὴν βασιλείαν διὰ τὰς τοῦ πατρὸς παρανομίας. Τῆς μέντοι διαιρέσεως γενομένης, καὶ τοῦ Ἱεροβοὰμ τὰς χρυσᾶς δαμάλεις κατασκευάσαντος, οἱ ἐν ταῖς δέκα φυλαῖς οἰκοῦντες ἱερεῖς καὶ Λευῖται πρὸς τὴν Δαβιδικὴν μετέστησαν βασιλείαν· ἐν ἐκείνῃ γὰρ ὁ θεῖος ναός. Ἐνταῦθα δὲ ἡ ἱστορία διδάσκει, ὅτι καὶ ἄκοντας αὐτοὺς ἐξέβαλεν Ἱεροβοὰμ, καὶ οἱ υἱοὶ αὐτοῦ, τοῦ μὴ λειτουργεῖν τῷ Κυρίῳ· καὶ κατέστησεν αὐτῷ ἱερεῖς τῶν ὑψηλῶν, καὶ τοῖς εἰδώλοις, καὶ τοῖς ματαίοις, καὶ ταῖς δαμάλεσιν αἷς ἐποίησεν Ἱεροβοάμ. Ἠκολούθησαν δὲ τοῖς ἱερεῦσι, καὶ τοῖς Λευΐταις, καὶ ἐκ τῶν ἄλλων φυλῶν εὐσεβεῖς· «Ἀπῆλθον γὰρ, φησὶν, ὀπίσω αὐτῶν ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν ζητῆσαι Κύριον τὸν Θεὸν Ἰσραήλ.» Καὶ, «Ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ τῷ Θεῷ αὐτῶν, καὶ κατισχῦσαι τὴν βασιλείαν Ἰούδα.» Ὁ δὲ φιλάνθρωπος Δεσπότης δυσσεβήσαντα μὲν τὸν Ἱεροβοὰμ τῷ Σουσακεὶμ παραδέδωκε. Διὰ Σαμαίου δὲ τοῦ προφήτου καὶ αὐτῷ καὶ τοῖς ἄρχουσιν εἰπὼν, «Ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακείμ·» ὡς εἶδεν ἐντραπέντας, καὶ τὴν ἀσέβειαν ὁμολογήσαντας, ἔφῃ τῷ προφήτῃ· «Ἐνετράπησαν, οὐ καταφθερῶ αὐτοὺς, καὶ δώσω αὐτοὺς ὡς εἰς σμικρὸν εἰς σωτηρίαν·» ἀντὶ τοῦ, Τὸν σπινθῆρα τῆς εὐλογίας τῆς οἰκουμένης ἐν αὐτοῖς διαφυλάξω· «καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐπὶ Ἱερουσαλὴμ ἐν χειρὶ Σουσακείμ.» Οὐ νῦν αὐτοὺς, φησὶ, παραδώσω πανωλεθρίᾳ, ἀλλ' εἰς ὕστερον φυλάξω τὴν τιμωρίαν· ἐπὶ δὲ τοῦ παρόντος αὐτοῖς τὸν τῆς δουλείας ἐπιθήσω ζυγόν. «Ἔσονται γὰρ αὐτῷ, φησὶν, εἰς δούλους, καὶ γνώσονται τὴν δουλείαν μου, καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.» Ἀπὸ συγκρίσεως, φησὶν, αὐτοὺς διδάξω, ὅπως χρηστὸς ὁ ἐμὸς ζυγὸς, καὶ ὅπως βαρὺς ὁ τῶν ἀνθρώπων ζυγός. Πάλιν δὲ καὶ ἑτέρας ἐδιδάχθημεν γεγενῆσθαι βίβλους προφητικάς· «Οἱ λόγοι γὰρ, φησὶ, Ῥοβοὰμ, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, οὐκ ἰδού εἰσι γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαίου τοῦ προφήτου, καὶ Ἰαδὼκ τοῦ ὁρῶντος τοῦ γενεαλογῆσαι, καὶ αἱ πράξεις αὐτοῦ;» Ἄξιον δὲ θαυμάσαι τὴν τοῦ Ἀβιᾶ δημηγορίαν. Τῶν γὰρ δέκα φυλῶν ὀκτακοσίας χιλιάδας κατ' αὐτοῦ στρατευομένας ἰδών· ἡγεῖτο δὲ αὐτῶν Ἱεροβοάμ· οὗτος μετὰ τετρακοσίων χιλιάδων παραταττόμενος, πρὸς τοὺς ἀντιπαρατασσομένους ἔφη· «Οὐχ ὑμῖν γνῶναι, ὅτι Κύριος ὁ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
