# Quaestiones in libros Regnorum et Paralipomenon 80.825

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.825

Θεὸς Ἰσραὴλ ἔδωκε βασιλείαν τῷ Δαβὶδ ἐπὶ Ἱερουσαλὴμ εἰς τὸν αἰῶνα, καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκην ἁλὸς αἰωνίαν; Οὐχ ὑμᾶς, φησὶν, ἔδει γνῶναι, ὡς θεόσδοτος ἡ τοῦ Δαβὶδ βασιλεία, καὶ τέλος οὐ δεχομένη κατὰ τὴν θείαν ὑπόσχεσιν; Πῶς οὖν ἀνεστήσατε τύραννον τοῦ πατρός μου τὸν δοῦλον; Διαθήκην δὲ ἁλὸς αἰωνίαν τὸ βέβαιον τῆς βασιλείας ἐκάλεσεν· ἐπειδὴ καὶ βάρβαροι πολλάκις συνεσθίοντες πολεμίοις βεβαίαν εἰρήνην φυλάττουσι, τῶν ἁλῶν μεμνημένοι. Ἀλλ' ὁ ἐμὸς πατὴρ, φησὶ, διὰ νεότητα καὶ δειλίαν παρεχώρησε τῇ τυραννίδι· ἐγὼ δὲ ὑμῖν ἐπιμέμφομαι, ὅτι κατὰ τῆς θείας βασιλείας θρασύνεσθε, ἣν τῷ γένει τοῦ Δαβὶδ ὁ τῶν ὅλων ἐδωρήσατο Κύριος· καὶ θαῤῥεῖτε τῷ πλήθει, καὶ ταῖς χρυσαῖς δαμάλεσι, δι' ἃς καὶ τοῦ Θεοῦ τοὺς ἱερέας ἐξελάσαντες, ἑτέρους ἀντ' αὐτῶν κατεστήσατε, παραπλήσια δρῶντες τοῖς ἔθνεσι. Καὶ γὰρ ἐκεῖνοι τοὺς τυχόντας ἱερέας χειροτονοῦσι τοῖς οὐκ οὖσι θεοῖς. Ἡμεῖς δὲ τῷ ἀληθινῷ θαῤῥοῦμεν Θεῷ, οὗ καὶ τοὺς ἱερέας, καὶ τοὺς Λευΐτας γεραίρομεν, καὶ κατὰ τὸν θεῖον νόμον τὰς θυσίας προσφέρομεν, καὶ κατὰ τὰς τούτου διατάξεις παρατασσόμεθα, ταῖς θείαις σάλπιγξι τὸν πόλεμον προσημαίνοντες. Διὸ παρεγγυῶ μὲν ὑμῖν μὴ ἀντιπαρατάξασθαι τῷ Δεσπότῃ Θεῷ, ὃς τῆς ἡμετέρας φάλαγγος στρατηγεῖ. Μεταγνώσεσθε γὰρ τοῦτο ποιήσαντες. Τούτων εἰρημένων, ἐκύκλωσαν μὲν τὸν Ἰούδαν αἱ δέκα φυλαί· ἠλάλαξαν δὲ οὗτοι, καὶ τὴν θείαν ῥοπὴν εἰς ἐπικουρίαν ἐκάλεσαν. Ὁ δὲ κληθεὶς εἰς συμμαχίαν Θεὸς εἰς δειλίαν τῶν πολεμίων τὸ θράσος μετέβαλε καὶ τραπέντες ἀπέδρασαν πάντες, καὶ πεντήκοντα μυριάδες ἀνηλώθησαν φεύγουσαι. Λέγει δὲ καὶ τῆς φυγῆς τὴν αἰτίαν· «Καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.» Ἔλαβον δὲ καὶ πόλεις ὑποκειμένας ἐκείνοις. Τὸν δὲ Ἱεροβοὰμ αὐτὸς ὁ τῶν ὅλων Θεὸς τῷ θανάτῳ παρέδωκεν. Ἐπαινεῖ δὲ καὶ τοῦ Ἀσὰ τὴν προτέραν εὐσέβειαν· «Ἐποίησε γὰρ, φησὶν, Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὑτοῦ, καὶ ἀπέστησε τὰ θυσιαστήρια τὰ ἀλλότρια,» τουτέστι, τὰ τῶν εἰδώλων. Εἶτα ἐπήγαγε, «καὶ τὰ ὑψηλά.» Ἐγὼ δὲ οἶμαι διὰ τούτων αἰνίττεσθαι τὰ παρανόμως τῷ Θεῷ ἐν τοῖς βουνοῖς ἀνακείμενα. «Καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξέκοψε τὰ ἄλση.» Καὶ ἐν τοῖς ἑξῆς δὲ τοὺς ἐπαίνους διέξεισι. Μετὰ τῆς εὐσεβείας δὲ ταύτης παραταξάμενος ἐτρέψατο τοὺς Αἰθίοπας, καὶ διώκων ἅπαντας κατηνάλωσεν. Ὁμόρους δὲ λέγει τούτους αὐτῶν γεγενῆσθαι. «Ἐσκύλευσαν γὰρ, φησὶ, σκῦλα πολλὰ, καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεράρων, ὅτι ἐγένετο ἔκστασις Κυρίου ἐπ' αὐτούς· καὶ διήρπασαν τὰς πόλεις αὐτῶν,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
