# Quaestiones in libros Regnorum et Paralipomenon 80.832

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.832

σαφήνειαν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν τεθεικὼς, ἐπὶ τὰ ἑξῆς βαδιοῦμαι τῆς ἑρμηνείας. Ἐπαινεῖ τὸν Ἰωσαφὰτ ἡ ἱστορία, ὡς κατ' ἀρχὰς τοῦ Δαβὶδ ζηλώσαντα τὴν ἀρετήν· τοῦτο γὰρ λέγει τὸ «Ἐν ταῖς πρώταις.» Διηγεῖται δὲ αὐτοῦ καὶ τὰ ἀξιέπαινα κατορθώματα. «Κύριον γὰρ, φησὶ, τὸν Θεὸν τοῦ πατρὸς αὑτοῦ ἐξεζήτησε, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ ἐπορεύθη, καὶ οὐ κατὰ τὰ ἔργα Ἰσραήλ. Δείκνυσι δὲ καὶ τὸν τούτων καρπόν· «Καὶ κατεύθυνε Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή.» Τὸ δὲ, «Ὑψώθη ἡ καρδία αὐτοῦ,» οὐκ ἐπὶ κατηγορίας, ἀλλ' εὐφημίας ἔθηκεν. Ἐπήγαγε γὰρ, «Ἐν ὁδοῖς Κυρίου, καὶ ἐξῆρε τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα.» Ἐπέστησε δὲ καὶ παντὶ τῷ λαῷ διδασκάλους τοῦ θείου νόμου, καὶ ἱερέας, καὶ Λευΐτας, καὶ ἄρχοντας. Ἐκομίζετο δὲ παρὰ τοῦ Δεσπότου Θεοῦ τῆς εὐσεβείας τὰ ἐπίχειρα. «Ἐγένετο γὰρ, φησὶν, ἔκστασις ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς τῆς κύκλῳ Ἰούδα· καὶ οὐκ ἐπολέμουν τῷ Ἰωσαφάτ.» Τοσοῦτο δὲ πᾶσιν ἐπέπεσε δέος, ὅτι καὶ ἀλλόφυλοι καὶ οἱ Ἄραβες δασμὸν αὐτῷ προσεκόμιζον. Ταύτην ἔχων τὴν ἀφθονίαν, καὶ πόλεις ᾠκοδόμησε, καὶ οἰκίας ἐδείματο, καὶ τὰς ἀτειχίστους ὠχύρωσε κώμας. Ἑκουσιαζόμενον δὲ τῷ Κυρίῳ λέγει τὸν οὐχ ὑπὲρ ἁμαρτημάτων προσφέροντα, ἀλλὰ δῶρα προσκομίζοντα τῷ Θεῷ. «Ἐπιμέμφεται δὲ αὐτῷ τὴν γαμικὴν ἐπιμιξίαν, ἣν πρὸς τὸν Ἀχαὰβ ἐποιήσατο.» Γοθολίαν γὰρ τοῦ Ἀχαὰβ τὴν θυγατέρα κατηγγύησε τῷ παιδί. Τέθεικε δὲ καὶ τὸ κατὰ τὸν Μιχαίαν διήγημα, καὶ τοὺς ψευδοπροφήτας, ὅπερ ἐν ταῖς Βασιλείαις ἡρμήνευται παρ' ἡμῶν. Τὸ δὲ παρ' ἐκείνου τοῦ συγγραφέως παραλειφθὲν, ἐνταῦθα δὲ τεθὲν, ἀναγκαῖον οἶμαι εἰπεῖν. Ἐπανιόντι γὰρ ἀπ' ἐκείνης τῆς παρατάξεως τῷ Ἰωσαφὰτ ἀπήντησεν Ἰηοῦ ὁ τοῦ Ἀνανὶ ὁ προφήτης, καὶ εἶπεν αὐτῷ· «Βασιλεῦ Ἰωσαφὰτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς, εἰ μισουμένῳ ὑπὸ Κυρίου σὺ φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου· ἀλλ' ἢ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοὶ, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον.» Ἐντεῦθεν μανθάνομεν, ὡς ἐλαττοῖ τὰς ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίας τὰ προγενόμενα κατορθώματα. Καὶ γὰρ ὁ δίκαιος κριτὴς ταῦτα ἐκείνοις ἀντιμετρῶν οὕτως ἐκφέρει τὴν ψῆφον. Τοῦτο καὶ ἐπὶ τούτου πεποίηκεν. Ἐχαλέπαινε μὲν γὰρ κατ' αὐτοῦ διὰ τὴν συγγένειαν· διὰ δὲ τὴν ἄλλην ἀρετὴν, τῶν προσβαλόντων καὶ κυκλωσάντων ἠλευθέρωσε πολεμίων. Προσήκει τοίνυν ἡμᾶς, ταῦτα μεμαθηκότας, φεύγειν τῶν θεομισῶν καὶ τὴν συγγένειαν, καὶ τὴν φιλίαν. Ὁ δὲ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
