# Quaestiones in libros Regnorum et Paralipomenon 80.833

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.833

συγγραφεὺς τὸν ψόγον καταλιπὼν, εἰς τὸν τῆς εὐφημίας μετέβη κατάλογον, καὶ διδάσκει τοὺς ἐντυγχάνοντας, ὡς τὸν ἔλεγχον ὁ βασιλεὺς δεξάμενος, ἐσπούδασεν ἐν τοῖς εὐσεβέσι πόνοις τὴν τῆς συγγενείας ἐξαλεῖψαι κηλῖδα. «Πάλιν γὰρ, φησὶν, ἐξῆλθεν Ἰωσαφὰτ εἰς τὸν λαὸν ἀπὸ Βερσαβεὲ ἕως ὄρους Ἐφραῒμ, καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον τὸν Θεὸν αὑτῶν.» Καὶ οὐ μόνον τῆς εὐσεβείας, ἀλλὰ καὶ τῆς ἄλλης ἐφρόντισεν εὐνομίας. «Κατέστησε γὰρ, φησὶ, κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς.» Ἀξιάγαστα δὲ αὐτοῦ καὶ τὰ πρὸς τοὺς κριτὰς ῥήματα· «Ἴδετε γὰρ, φησὶ, τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ' ἢ τῷ Κυρίῳ, καὶ μεθ' ὑμῶν λόγοι κρίσεως. Καὶ νῦν γενέσθω ὁ φόβος Κυρίου ἐφ' ὑμᾶς, καὶ φυλάσσετε, καὶ ποιεῖτε, ὅτι οὐκ ἔστι μετὰ Κυρίου Θεοῦ ὑμῶν ἀδικία, οὐδὲ θαυμάσαι πρόσωπον, οὐδὲ λαβεῖν δῶρα.» Ἔδειξεν αὐτοῖς τὸν τῶν ὅλων ὀπτῆρα, καὶ τὸ τούτου δέος ἐντέθεικεν, ἵνα μὴ δώροις, μηδὲ φιλίᾳ πωλῶσι τὸ δίκαιον. Παραπλησίως δὲ καὶ τοῖς τῆς Ἱερουσαλὴμ κριταῖς ἐνετείλατο, ὥστε μὴ μόνον τοῖς πολίταις δικάζειν, ἀλλὰ καὶ τῶν ἑτέρωθεν ἀφικνουμένων τὰς ἀμφιβολίας διαλύειν ἐνδίκως, καὶ παραινεῖν τὰ προσήκοντα. «Διαστελεῖτε γὰρ αὐτοῖς, φησὶ, καὶ οὐχ ἁμαρτήσονται τῷ Κυρίῳ· καὶ οὐκ ἔσται ὀργὴ ἐφ' ὑμᾶς, καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν. Οὕτω ποιήσετε, καὶ οὐχ ἁμαρτήσεσθε.» Ἐπέστησε δὲ αὐτοῖς Ἀμαρίαν τὸν ἱερέα, ὥστε εἰ ἀγνοοῖεν οἱ δικάζοντες, ὅπως ἐξενεγκεῖν τὴν ψῆφον, παρὰ τοῦ Θεοῦ μάθοιεν δι' ἐκείνου. «Ἰδοὺ γὰρ, ἔφη, Ἀμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφ' ὑμᾶς εἰς πάντα λόγον Κυρίου· καὶ Ζαβαδίας υἱὸς Ἰσμαὴλ, ἡγούμενος τῷ οἴκῳ Ἰούδα εἰς πάντα λόγον τοῦ βασιλέως· καὶ γραμματεῖς, καὶ οἱ Λευῖται ἐνώπιον ὑμῶν.» Εἴ τι οὖν ἔρεσθαι τὸν Θεὸν βούλεσθε, διὰ τοῦ ἱερέως τοῦτο γινέσθω· εἰ δὲ τὸν βασιλέα, διὰ τοῦ ἄρχοντος· εἰ δὲ τὰ δοκοῦντα τῷ νόμῳ μαθεῖν θέλετε, παρὰ τῶν Λευϊτῶν τῶν διδασκόντων τὸν νόμον μάθετε. Τοὺς γὰρ διδασκάλους γραμματέας ἐκάλεσεν. Εἶτα ἐπήγαγεν· «Ἀνδρίζεσθε, καὶ ποιεῖτε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.» Οὐχ ἁπλῶς εἶπε, μεθ' ὑμῶν, ἀλλὰ «μετὰ τοῦ ἀγαθοῦ,» τουτέστι, τοῦ σκοπὸν ἀγαθὸν ἔχοντος, καὶ πρὸς τοῦτο ῥέποντος. Καὶ τῶν παμπόλλων δὲ πολεμίων κατ' αὐτοῦ στρατευσάντων, οὔτε τῷ πλήθει τῶν ὑπηκόων, οὔτε τοῖς ὅπλοις ἐθάῤῥησεν. Ἀλλ' «ἔδωκε, φησὶ, τὸ πρόσωπον αὐτοῦ, ἐκζητῆσαι τὸν Κύριον· καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ Ἰούδα.» Εἶτα πάντων συνειλεγμένων, καὶ τὸν Θεὸν ἱλεουμένων, αὐτὸς τὴν ὑπὲρ ἁπάντων προσενήνοχε προσευχὴν, Κύριον μὲν αὐτὸν καὶ Θεὸν τῶν πατέρων ὀνομάσας, οὐρανοῦ δὲ καὶ γῆς ποιητὴν, καὶ τῶν ἐθνῶν ἁπάντων Δεσπότην. Εἶτα ἀναμιμνήσκει τῆς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
