Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.836
Not analysed yet
γεγενημένης εὐεργεσίας τε καὶ θαυματουργίας. «Σὺ γὰρ εἶ, φησὶ, Κύριος ὁ Θεὸς ἡμῶν, ὁ ἐξολοθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου Ἰσραὴλ, καὶ ἔδωκας αὐτὴν τῷ σπέρματι Ἀβραὰμ τοῦ φίλου σου.» Ἀνέμνησε δὲ τοῦ προπάτορος, ἵνα διὰ τῆς πρὸς ἐκεῖνον ἐπαγγελίας τύχῃ τῆς βοηθείας. Ἔφη δὲ καὶ ὅπως ὁ ναὸς ᾠκοδομήθη, καὶ ὅπως Σολομὼν προσευξάμενος ᾔτησεν, ὡς εἰ πολεμίων ἐπεληλυθότων προσδράμῃ ὁ λαὸς τῷ ναῷ, καὶ τὸν τούτου καλέσῃ Θεὸν, τῆς ἄνωθεν αὐτοὺς ἀπολαῦσαι ῥοπῆς. Οἶδας δὲ, φησὶν, ὡς οἱ πατέρες ἡμῶν, διϊόντες τὴν ἔρημον, καὶ εἰς τήνδε τὴν γῆν ἀφικνούμενοι, οὔτε τοῖς Ἰδουμαίοις, οὔτε τοῖς Ἀμμανίταις, οὔτε Μωαβίταις ἐλυμήναντο παριόντες κατὰ τὰς σὰς ἐντολάς. Ἀλλ' οὗτοι νῦν κατὰ ταυτὸν ἀθροισθέντες ἐξελάσαι πειρῶνται ἡμᾶς τῆς ὑπὸ σοῦ ἡμῖν δεδομένης κληρονομίας. Εἶτα ἐρωτηματικῶς· «Οὐ κρινεῖς ἐν αὐτοῖς;» Ὁμολογεῖ δὲ καὶ τὴν οἰκείαν ἀσθένειαν· ὅτι «Οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆσαι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ' ἡμᾶς. Καὶ οὐκ οἴδαμεν τί ποιήσομεν ἡμεῖς, ὅτι ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.» Τούτων λεγομένων, ἅπαν εἱστήκει τὸ πλῆθος μετὰ βοῆς τὸν Θεὸν ἱκετεῦον. Αἱ δὲ γυναῖκες σὺν ὀλολυγμῷ καὶ κωκυτῷ τὰς ἱκετηρίας προσέφερον. Ὁ δὲ φιλοικτίρμων Θεὸς, Ἰεζεὴλ τῷ Λευΐτῃ χρησάμενος ὑπουργῷ, ἔλυσε τὸ δέος τῇ τῶν ἀγαθῶν ὑποσχέσει· «Ἐγένετο γὰρ, φησὶν, ἐπ' αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ, καὶ εἶπεν· Ἀκούσατε, πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ ὁ βασιλεὺς Ἰωσαφάτ.» Τιμῆς ἡ διαίρεσις· χωρὶς γὰρ τοῦ βασιλέως ἐμνήσθη, καὶ χωρὶς τῶν τὴν Ἱερουσαλὴμ οἰκούντων· πολλοὶ δὲ καὶ τῶν ἄλλων φυλῶν ᾤκουν ἐκείνην τὴν πόλιν. «Τάδε λέγει Κύριος ὑμῖν· Μὴ φοβηθῆτε ὑμεῖς, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου· ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλ' ἢ τῷ Θεῷ.» Εἶτα κελεύει ἐπί τινος στῆναι κορυφῆς, καὶ θεατὰς γενέσθαι τῆς παρατάξεως· «Οὐχ ὑμῖν γὰρ, φησὶ, πολεμῆσαι ἐν ταύτῃ. Στῆτε, καὶ συνίετε, καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου τὴν μεθ' ὑμῶν. Ἰούδα καὶ Ἱερουσαλὴμ, μὴ φοβεῖσθε, μηδὲ δειλιᾶτε ἐξελθεῖν αὔριον εἰς ἀπάντησιν αὐτῷ, καὶ ὁ Κύριος μεθ' ὑμῶν.» Ἔδωκε τὸ τοῦ θάρσους ἐνέχυρον, καὶ ἐξήλασε τὸ ἀνθρώπινον δέος. Τούτων εἰρημένων ὑπὸ τοῦ Ἰεζεὴλ, προσεκύνησαν ἅπαντες· οἱ δὲ Λευῖται ταῖς ὑμνῳδίαις ἐχρήσαντο. Ἐξιόντας δὲ τῇ ὑστεραίᾳ ὁ βασιλεὺς περιεθάῤῥυνε, λέγων· «Ἀκούσατέ μου, υἱοὶ Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, πιστεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, καὶ ἐμπιστεύ-