# Quaestiones in libros Regnorum et Paralipomenon 80.837

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.837

σατε ἐν τοῖς προφήταις αὐτοῦ, καὶ εὐοδωθήσεσθε.» Εἶτα τῆς στρατιᾶς ἡγεῖσθαι προσέταξεν, οὐ τοὺς προμάχους ὁπλοφοροῦντας, ἀλλὰ τοὺς Λευΐτας ὑμνοῦντας. Ὁ δὲ διασκεδάζων φυλὰς ἐθνῶν, καὶ ἀθετῶν λογισμοὺς λαῶν, καὶ ἀθετῶν βουλὰς ἀρχόντων, καὶ ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, κατ' ἀλλήλων τοὺς πολεμίους διήγειρε. Καὶ πρῶτον μὲν Ἀμμανῖται καὶ Μωαβῖται τοὺς Ἰδουμαίους ἀνήλωσαν· εἶτα κατ' ἀλλήλων χωρήσαντες τὰ παραπλήσια ἀλλήλοις διέθηκαν. Ὁ δὲ βασιλεὺς σὺν τοῖς ὑπηκόοις τὰς τῶν πολεμίων ἐθεώρει σφαγάς. Ἐπειδὴ δὲ ἅπαντες ἔπεσον, καὶ οὐδὲ εἷς διέφυγεν, ἵνα τοῖς οἰκείοις μηνύσῃ τὸ πάθος, ἀδεῶς τοὺς νεκροὺς ἐσκύλευσαν, καὶ τὴν λείαν ἀπήγαγον ἅπασαν. Ἐν τρισὶ δὲ τοῦτο δεδρακότες ἡμέραις, τῇ τετάρτῃ τὸν δοτῆρα τῆς νίκης ἀνύμνησαν. Ἔλαβε δὲ καὶ τὸ πεδίον ἐκεῖνο τῆς εὐλογίας τὴν ἐπωνυμίαν· Κοιλὰς γὰρ εὐλογίας ἐκλήθη. Τὸ δὲ τῆς νίκης παράδοξον ἐξεδειμάτωσεν ἅπαντας τῶν ὁμόρων τοὺς βασιλεῖς. Ἀλλὰ καὶ τῆς μεγίστης ταύτης θαυματουργίας γεγενημένης ἔτι, φησὶν, «Ὁ λαὸς οὐ κατηύθυναν τὴν καρδίαν αὑτῶν πρὸς Κύριον τὸν Θεὸν τῶν πατέρων αὑτῶν.» Ἐμνημόνευσε δὲ πάλιν ἡ ἱστορία τῆς τοῦ Ἰηοῦ τοῦ Ἀνανὶ ἐγγράφου προφητείας. Ἔφη δὲ οὕτως· «Καὶ οἱ λοιποὶ λόγοι Ἰωσαφὰτ, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, οὐκ ἰδοὺ γεγραμμένοι εἰσὶν ἐν λόγοις Ἰηοῦ Ἀνανὶ, οὓς κατέγραψεν ἐπὶ βιβλίου λόγων βασιλέων Ἰσραήλ;» Ἐπιμέμφεται δὲ πάλιν τῷ Ἰωσαφὰτ, ὅτι τῷ Ὀχοζίᾳ τῷ υἱῷ Ἀχαὰβ ἐκοινώνησε· καὶ ἐπήγαγε· «Καὶ αὐτὸς ἠνόμησε τοῦ ποιῆσαι καὶ πορευθῆναι εἰς Θαρσεῖς· καὶ ἐποίησε ναῦς ἐν Γασίων Γαβέρ.» Καὶ ἤδη δὲ ἔφην, ὅτι πόλις ἦν αὕτη τῷ Ἰνδικῷ πελάγει παρακειμένη, Αἰθίοπας οἰκήτορας ἔχουσα. Καλοῦσι δὲ αὐτὴν κατὰ τὴν Ἑλλάδα φωνὴν Βερονίκην. Ὁ δὲ τῶν ψυχῶν ἰατρὸς, Ἐλιέζερ τὸν τοῦ Δωδίου, τὸν προφήτην, πρὸς τὸν Ἰωσαφὰτ ἀποστείλας, ἐπεμέμψατο τῇ φιλίᾳ, καὶ τὴν παιδείαν προεῖπεν· «Ὡς ἐφιλίασας γὰρ, φησὶ, τῷ Ὀχοζίᾳ, καὶ ἐκοινώνησας μετ' αὐτοῦ, διέκοψε Κύριος τὰ ἔργα σου, καὶ συνετρίβησαν αἱ νῆές σου, καὶ οὐκ ἠδυνήθησαν τοῦ πορευθῆναι εἰς Θαρσεῖς.» Ὅσων δὲ κακῶν πρόξενος ἡ δυσσεβὴς ἐκείνη συγγένεια, τὰ ἑξῆς διδάσκει τῆς ἱστορίας· Ἰωρὰμ γὰρ, ὁ τοῦ Ἰωσαφὰτ υἱὸς, Ἀχαὰβ τοῦ κηδεστοῦ ἐζήλωσε τὴν ἀσέβειαν. Οὗτος καὶ τοὺς ἀδελφοὺς κατέκτεινεν ἅπαντας, καὶ διὰ πάσης ὥδευσε πονηρίας. «Ἐπορεύθη γὰρ, φησὶν, ἐν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
