# Quaestiones in libros Regnorum et Paralipomenon 80.840

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.840

τῇ ὁδῷ βασιλέων Ἰσραὴλ, ὡς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ γυνή· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἠβούλετο Κύριος ἐξολοθρεῦσαι τὸν οἶκον Δαβὶδ διὰ τὴν διαθήκην, ἣν διέθετο τῷ Δαβὶδ, ὃν τρόπον εἶπε δοῦναι αὐτῷ λύχνον, καὶ τοῖς υἱοῖς αὐτοῦ, πάσας τὰς ἡμέρας.» Ἐντεῦθεν ἐδιδάχθημεν ὅσον ὀνίνησιν ἡ τῶν προγόνων εὐσέβεια. Ἀνέχεται γὰρ καὶ πονηρῶν ὁ φιλάνθρωπος, τῆς τῶν κατοιχομένων ἀρετῆς μεμνημένος. Ἐδρέψατο δὲ καὶ τοὺς τῆς εὐσεβείας καρπούς. Ἀπώσατο μὲν γὰρ Ἰδουμαία τὸν τῆς δουλείας ζυγόν· ἀπέστη δὲ καὶ Λομνὰ, πόλις οὖσα τῆς Ἰουδαίας. Ὁ δὲ Δεσπότης διὰ Ἠλιοῦ τοῦ πάνυ τὴν ψῆφον κατ' αὐτοῦ ἐξενήνοχεν. Ἀλλ' οὐκ αὐτὸς ὁ προφήτης ἀφίκετο, διὰ γραμμάτων δὲ μεμήνυκε τὴν θείαν ἀπόφασιν. «Ἦλθε γὰρ, φησὶν, ἐγγραφὴ παρὰ Ἠλίου τοῦ προφήτου λέγοντος· Τάδε λέγει Κύριος ὁ Θεὸς τοῦ πατρός σου· Ἀνθ' ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου, καὶ ἐν ὁδοῖς Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ἰσραὴλ, καὶ ἐξεπόρνευσας τὸν Ἰούδαν, καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, ὃν τρόπον ἐξεπόρνευσεν ὁ οἶκος Ἀχαάβ· καὶ τοὺς ἀδελφούς σου, καὶ τοὺς υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας· διὰ τοῦτο ἰδοὺ Κύριος πατάσσει πληγὴν μεγάλην ἐν τῷ λαῷ σου, καὶ ἐν τοῖς υἱοῖς σου, καὶ ἐν ταῖς γυναιξί σου, καὶ ἐν πάσῃ τῇ οἰκίᾳ σου. Καὶ σὺ ἔσῃ ἐν ἀῤῥωστίαις πονηραῖς, ἐν ἀῤῥωστίᾳ κοιλίας σου, ἕως οὗ ἐξέλθῃ τὰ ἔντερά σου ἀπὸ τῆς ἀῤῥωστίας ἐξ ἡμερῶν εἰς ἡμέρας.» Ἐντεῦθεν μανθάνομεν, ὡς καὶ Ἀσὰ καὶ Ἰωσαφὰτ οὐ παντάπασιν ἦσαν ἀδόκιμοι· ἀλλ' εἰ καί τινα ἐπλημμέλησαν, ἐν τοῖς πλείοσι τὸν Θεὸν ἐθεράπευσαν. Καὶ γὰρ οὗτος ἐνεκλήθη, ὡς τὴν ἐκείνων πορείαν καταλιπών. Ἔλαβε δὲ πέρας ἡ πρόῤῥησις. Οὐ γὰρ μόνον ἀλλόφυλοι τῷ Ἰωρὰμ ἐπεσράτευσαν, ἀλλὰ καὶ Ἄραβες, καὶ τῶν Αἰθιόπων οἱ πρόσοικοι, καὶ προσβαλόντες κατακράτος ἐνίκησαν, καὶ τὴν πόλιν ἀνεῖλον, καὶ τὸ πλῆθος ἐξηνδραπόδισαν, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας κατέκτειναν, καὶ τὸν βασιλικὸν ἐσφετερίσαντο πλοῦτον. Μόνος δὲ Ὀχοζίας διέφυγε, τῶν παίδων ὁ νεώτατος. Ἐπέσκηψε δὲ αὐτῷ καὶ τῆς γαστρὸς τὸ πάθος, κατὰ τὴν πρόῤῥησιν, καὶ οὐδὲ μετὰ θάνατον βασιλικῆς ἠξιώθη ταφῆς. «Οὐκ ἐποίησε γὰρ αὐτῷ, φησὶν, ὁ λαὸς ἐκφορὰν καὶ καῦσιν, κατὰ τὴν καῦσιν τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν οὐκ ἐν τάφοις βασιλέων.» Ἀληθῶς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. «Ὥσπερ γὰρ ὁ ἔλεος αὐτοῦ ἄῤῥητος, οὕτω καὶ ἡ κό-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
