# Quaestiones in libros Regnorum et Paralipomenon 80.841

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.841

λασις ἀνυπόστατος. Ἐκ ταύτης τῆς ἱστορίας μανθάνομεν, ὡς οἱ Ἀμαζονιεὶμ πρόσοικοι Αἰθιόπων εἰσίν. Ἄνω γὰρ τοὺς ἐπελθόντας πολεμίους τῷ Ἰωρὰμ ὁ συγγραφεὺς ἐδίδαξεν ὁμόρους εἶναι τῶν Αἰθιόπων. Ἐνταῦθα δὲ εἰπὼν, ὅτι καὶ τὸν Ὀχοζίαν ἐβασίλευσαν ἀντ' αὐτοῦ, τὸν υἱὸν αὐτοῦ τὸν νεώτερον, ἐπήγαγεν, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ λῃστήριον, τὸ ἐλθὸν ἐπ' αὐτοὺς ἀπὸ τῶν βαρβάρων, καὶ ἀπὸ τῶν Ἀμαζονιεὶμ ἐν τῇ παρεμβολῇ. Καὶ οὗτος δὲ τοῦ πατρὸς ἐζήλωσε τὴν ἀσέβειαν. Διδάσκαλον γὰρ εἶχε τὴν μιαρωτάτην μητέρα. Τοῦτον ἀνεῖλεν ὁ Ἰηοῦ, σὺν τῷ Ἰωρὰμ τῷ βασιλεῖ Ἰσραήλ. Ἔτυχε μέντοι ταφῆς διὰ τὴν τοῦ πάππου εὐσέβειαν· ἔθαψε γὰρ αὐτὸν Ἰηοῦ, «Ὅτι, εἶπεν, υἱός ἐστιν Ἰωσαφὰτ, ὅστις ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ αὑτοῦ.» Μετὰ ταῦτα ἐξηγεῖται τὰ κατὰ τὸν Ἰωὰς, ἅπερ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἡρμηνεύσαμεν· ἐροῦμεν δὲ ὅσα ἐν ἐκείνῃ τῇ βίβλῳ μὴ εὑρήκαμεν κείμενα. Ὁ γὰρ τὰς Παραλειπομένας συγγεγραφὼς βίβλους, ἐδίδαξεν, ὡς ὑπὸ θαυμαστοῦ ἀρχιερέως εἰς ζῆλον ὁ λαὸς πυρσευθεὶς κατέσπασε τοῦ Βάαλ τὴν στήλην, καὶ συνέτριψε, καὶ ἐκ βάθρων ἀνέσπασε τὰ θυσιαστήρια, καὶ τὰς τῶν δαιμόνων εἰκόνας ἐλέπτυνε. Ματθὰν δὲ τοῦ Βάαλ τὸν ἱερέα κατέκτεινε· τὰς δὲ τῶν ἱερέων ἐφημερίας ἐκράτυνε, καὶ τῶν Λευϊτῶν τὴν τάξιν, καὶ τὰ ἄλλα ἁπαξαπλῶς, ὅσα Δαβὶδ ὁ βασιλεὺς εἰς τὴν τοῦ Θεοῦ διετάξατο θεραπείαν. Συνήργει δὲ τοῖς ὑπὸ τοῦ ἀρχιερέως πραττομένοις ὁ βασιλεὺς φωτιζόμενος ὑπ' αὐτοῦ· «Ἐποίησε γὰρ, φησὶν, Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας Ἰωδαὲ ἱερέως.» Προσήνεγκε δὲ καὶ τῇ οἰκοδομίᾳ τοῦ ναοῦ τὴν ἁρμόττουσαν θεραπείαν. Ἐν γὰρ τῷ παρελθόντι χρόνῳ ἠμελήθη, ὅτι «Γοθολία, φησὶν, ἡ ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς, κατέσπασαν τὸν οἶκον τοῦ Θεοῦ, καὶ πάντα τὰ ἅγια Κυρίου ἐποίησαν τοῖς Βααλείμ.» Τούτων δὲ πάντων ὁ ἀξιάγαστος ἀρχιερεὺς αἰτιώτατος, ὃς διὰ τὴν εὐσέβειαν, καὶ τὴν πολλὴν ἀρετὴν, ἐβίω μὲν ἔτη τριάκοντα καὶ ἑκατὸν, θήκης δὲ ἠξιώθη βασιλικῆς. «Ἔθαψαν γὰρ αὐτὸν, φησὶν, ἐν πόλει Δαβὶδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην ἐν Ἰσραὴλ, καὶ μετὰ τοῦ Θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ.» Ἐκείνου δὲ τελευτήσαντος, ὁ Ἰωὰς ἀπέκλινεν εἰς ἀσέβειαν τοῖς ἄρχουσιν ὑπαχθείς· ἀλλ' οὐκ ἠμέλησεν ὁ τῶν ψυχῶν ἰατρός. «Ἀπέστειλε γὰρ, φησὶ, Κύριος εἰς αὐτοὺς προφήτας, ἐπιστρέψαι αὐτοὺς πρὸς Κύριον· καὶ διεμαρτύρατο αὐτοὺς, καὶ οὐκ ἤκουσαν.» Ἑνὸς δὲ προφήτου καὶ ὀνομαστὶ ἐμνήσθη· «Πνεῦμα γὰρ, φησὶ, Κυρίου ἐνέδυσε τὸν Ζαχαρίαν, τὸν τοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
