# Quaestiones in libros Regnorum et Paralipomenon 80.844

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.844

καὶ εἶπεν αὐτοῖς, Τάδε λέγει Κύριος· Ἵνα τί ὑμεῖς παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; Καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς.» Ἀλλ' οὐ μόνον τοῖς θείοις λόγοις ἀντεῖπον, ἀλλὰ καὶ κατέλευσαν τὸν προφήτην, τοῦ βασιλέως κελεύσαντος, καὶ κατέλευσαν αὐτὸν ἔνδον ἐν τῷ ὑπαίθρῳ τοῦ ναοῦ. Τοιαύτην οὗτος ἀχαριστίαν ἐνόσησε, καὶ περὶ τὸν σεσωκότα Θεὸν, καὶ περὶ τὸν ὑπουργηκότα τῇ σωτηρίᾳ. Τοῦτο γὰρ ἡ ἱστορία διδάσκει. «Καὶ οὐκ ἐμνήσθη, φησὶν, Ἰωὰς ὁ βασιλεὺς τοῦ ἐλέους, οὗ ἐποίησεν Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ μετ' αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ μετ' αὐτοῦ. Ὡς δὲ ἀπέθνησκεν, εἶπεν· Ἴδοι Κύριος, καὶ κρίναι.» Καὶ οὐ διήμαρτε τῆς αἰτήσεως. Ἐνιαυτοῦ γὰρ διελθόντος, ὀλίγη μὲν αὐτοῖς Σύρων προσέβαλε στρατιά· ἐξεδόθησαν δὲ ὑπὸ τοῦ καταφρονηθέντος Δεσπότου· καὶ τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ ἐξανδραποδίσαντες ᾤχοντο. Οὗτος δὲ ἀῤῥωστίᾳ περιπεσὼν ὑπὸ τῶν ὑπηκόων ἐσφάγη. Ταύτην γὰρ κατ' αὐτοῦ τὴν ψῆφον ἐξήνεγκεν ὁ Δεσπότης, ὡς ὁ ἱστοριογράφος ἔφη· «Καὶ μετὰ Ἰωὰς ἐποίησε κρίματα, καὶ ἐπέθεντο τῷ Ἰωὰς οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱῶν Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαβὶδ, καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.» Ἀληθὴς ἄρα ὁ λόγος ὁ πρὸς τὸν Νῶε ῥηθεὶς, «Ὁ ἐκχέων αἷμα ἀνθρώπου, πίνει αὐτὸ, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.» Καὶ τούτους δὲ ὁ τοῦ Ἰωὰς υἱὸς Ἀμασίας βασιλεύσας κατέκτεινεν. Οὐ γὰρ ζήλῳ θείῳ πυρσευθέντες ἀνεῖλον, ἀλλὰ μιαιφόνῳ χρησάμενοι γνώμῃ. Ἀντ' αὐτοῦ δὲ ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀμασίας. Οὗτος στρατεῦσαι βουληθεὶς κατὰ τῶν Ἰδουμαίων, ἐμισθώσατο Ἰσραηλιτῶν ἑκατὸν χιλιάδας ἰσαρίθμων ταλάντων. Ἀλλ' ὁ προφήτης πρὸς αὐτὸν θεόθεν ἀποσταλεὶς ταῦτα ἔφη· «Βασιλεῦ, μὴ πορευέσθω μετὰ σοῦ δύναμις Ἰσραὴλ, ὅτι οὐκ ἔστι Κύριος μετὰ Ἰσραὴλ πάντων τῶν υἱῶν Ἐφραΐμ. Ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις ἐν τῷ πολέμῳ, τροπώσεταί σε Κύριος ἐναντίον τῶν ἐχθρῶν σου, ὅτι ἐστὶν ἰσχὺς τῷ Κυρίῳ τοῦ βοηθῆσαι καὶ τοῦ τροπώσασθαι.» Ἀρκῶ σοι, φησὶν, εἰς βοήθειαν· οὐ χρῄζεις πλήθους παρατασσόμενος, μὴ λάβῃ εἰς ἐπικουρίαν τοὺς εὐσεβείας γεγυμνωμένους. Τούτου δὲ εἰρηκότος, «Καὶ τί ποιήσω τοῖς ἑκατὸν ταλάντοις, οἷς ἔδωκα τῇ δυνάμει Ἰσραήλ;» ὑπολαβὼν ὁ προφήτης ἔφη· «Ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλεῖον τούτων.» Πιστεύσας δὲ τοῖς εἰρημένοις ἀπῆλθε, καὶ κατέκτεινε μυρίους, ἐξηνδραπόδισε δὲ τοσούτους· ἀλλὰ τῆς θείας ἐπικου-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
