# Quaestiones in libros Regnorum et Paralipomenon 80.849

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.849

ὀργὴν, ὅτι δὴ παρὰ τὸν θεῖον νόμον εἰς δουλείαν ἦγον οὓς ᾐχμαλώτευσαν. «Ἰδοὺ γὰρ, φησὶν, ὀργὴ τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν ἐπὶ Ἰούδαν· καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ, καὶ ἕως τῶν οὐρανῶν ἔφθασε. Καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας. Ἰδοὺ οὐκ εἰμὶ μεθ' ὑμῶν, μαρτύρεται Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ νῦν ἀκούσατέ μου, καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε ἀπὸ τῶν ὀφθαλμῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ Κυρίου ἐφ' ἡμᾶς.» Ἠβουλήθη, φησὶν, ὁ Δεσπότης Θεὸς δίκας ἐκείνοις εἰσπράξασθαι τῆς ἀσεβείας. Τοῦτο κἀκείνοις τὴν ἧτταν, καὶ ὑμῖν παρέσχε τὴν νίκην. Ὑμεῖς δὲ νενικηκότες ἐπελήθητε τῆς συγγενείας, τὴν φύσιν εἰς νοῦν οὐκ ἐλάβετε, ἀλλ' ὡς βαρβάροις καὶ ἀλλοφύλοις τοῖς ὁμοφύλοις ἐχρήσασθε. Καὶ οὐκ ἠρκέσθητε ταῖς μυρίαις σφαγαῖς, ἀλλὰ καὶ δουλεύειν τοὺς ὁμογενεῖς ἀναγκάζετε. Μαρτύρομαι τοίνυν ὑμᾶς, ὡς χαλεπώτερα πείσεσθε. Εἶξαν οἱ ἄρχοντες τῷ προφήτῃ· καὶ τῷ λαῷ παρῄνεσαν, καὶ θεραπείας τοὺς δορυαλώτους ἠξίωσαν. Ἐνέδυσαν γὰρ, φησὶ, τοὺς γυμνοὺς, καὶ ἀλοιφὴν αὐτοῖς προσήνεγκαν καὶ τροφὴν, καὶ τοῖς ἀσθενεστέροις ἔδωκαν ὑποζύγια, καὶ μέχρι τῆς Ἱεριχοῦς ἀπήγαγον πόλεως. Ἐπισημαντέον δὲ, ὅτι πόλιν φοινίκων τὴν Ἱεριχὼ κέκληκε. «Κατέστησαν γὰρ αὐτοὺς, φησὶν, εἰς τὴν Ἱεριχὼ, τὴν πόλιν τῶν φοινίκων.» Ἐδίδαξε δὲ καὶ τοῦτο ἡ ἱστορία, ὡς ἐπιμείναντες τῇ ἀσεβείᾳ παρεδόθησαν τοῖς ἀλλοφύλοις, καὶ εἰς τὰς τούτων πόλεις ᾤκησαν οἱ πολέμιοι. «Ἐταπείνωσε γὰρ, φησὶ, Κύριος τὸν Ἰούδα, διὰ τὸν Ἄχαζ τὸν βασιλέα Ἰούδα, ἀνθ' ὧν ἀπεκάλυψεν ἐν τῷ Ἰούδα ἀσέβειαν, καὶ ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου. Τὸ δὲ ἀπέκαμψεν, ἀντὶ τοῦ, ἐδίδαξεν αὐτὸν ἃ μὴ δεῖ. Ξένα γὰρ εἰσήγαγεν ἔθη, καὶ τοὺς τῶν ἄλλων ἐθνῶν θεοὺς παρεσκεύασε σέβειν. Καλέσας δὲ τὸν Ἀσσύριον εἰς ἐπικουρίαν, διήμαρτε τῆς σπουδῆς. Τοῦτο γὰρ ἐπήγαγεν· «Οὐκ εἰς βοήθειαν αὐτῷ, ἀλλ' ἢ τοῦ θλιβῆναι αὐτόν.» Καὶ ταύταις δὲ πάσαις ταῖς τιμωρίαις ὑποβληθεὶς ἐπέτεινε τὴν ἀσέβειαν. Τοῦτο γὰρ ἔφη· «Καὶ προσέθηκεν Ἄχαζ ἀποστῆναι ἀπὸ Κυρίου. Καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ· Ζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι οἱ θεοὶ Συρίας κατισχύουσιν αὐτούς. Θύσω τοίνυν αὐτοῖς, καὶ ἀντιλήψονταί μου· καὶ ἐγένοντο αὐτοὶ αὐτῷ εἰς σκῶλον.» Οὐ γὰρ μόνον οὐκ ἐπεκούρησαν, ἀλλὰ καὶ παντοδαπῶν αὐτῷ συμφορῶν ἐγένοντο πρό-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
