# Quaestiones in libros Regnorum et Paralipomenon 80.852

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.852

ξενοι. Εἰς ἐσχάτην δὲ πονηρίαν ἐλάσας, «Καὶ τὰ ἱερὰ κατέκοψε σκεύη, καὶ τοῦ θείου ναοῦ τὰς θύρας ἀπέκλεισε, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλήμ.» Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει κατηγορίαν. Τοῦτον ἀποθανόντα τῆς μετὰ τῶν εὐσεβῶν βασιλέων ταφῆς οὐκ ἠξίωσαν. Ἐζεκίας δὲ ὁ τούτου υἱὸς τὴν ἀκροτάτην κατώρθωσεν ἀρετήν. «Ἐποίησε γὰρ, φησὶν, Ἐζεκίας τὸ εὐθὲς ἐνώπιον Κυρίου, κατὰ πάντα ὅσα ἐποίησε Δαβὶδ ὁ πατὴρ αὐτοῦ.» Καὶ πρῶτον ἀνέῳξε τὰς θύρας τοῦ οἴκου Κυρίου, καὶ ἀπεσκεύασεν αὐτάς. Εἶτα τοὺς ἱερεῖς καὶ τοὺς Λευΐτας ἁγιάσας, ἐκκαθῆραι παρηγγύησε τὸν θεῖον ναόν. «Οἱ δὲ παραυτίκα ἐξέβαλον, φησὶ, πᾶσαν τὴν ἀκαθαρσίαν, τὴν εὑρεθεῖσαν ἐν οἴκῳ Κυρίου, εἰς τὴν αὐλὴν οἴκου Κυρίου· καὶ ἐδέξαντο οἱ Λευῖται ἐξενεγκεῖν εἰς τὸν χειμάῤῥουν Κέδρων ἔξω.» Ἔπειτα τούτων γεγενημένων τὰς νενομισμένας θυσίας προσήνεγκεν, οὐχ ὑπὲρ μόνων τῶν δύο φυλῶν, ἀλλ' ὑπὲρ τῶν δώδεκα. «Ἐξιλάσατο γὰρ, φησὶ, περὶ παντὸς Ἰσραὴλ, ὅτι περὶ παντὸς Ἰσραὴλ εἶπεν ὁ βασιλεὺς προσενεχθῆναι τὰ ὁλοκαυτώματα, καὶ τὰ περὶ ἁμαρτίας· καὶ ἔστησε τοὺς Λευΐτας ἐν οἴκῳ Κυρίου, αἰνοῦντας ἐν κυμβάλοις, καὶ ἐν κινύραις, καὶ ἐν ναύλαις, κατὰ τὴν ἐντολὴν Δαβὶδ τοῦ βασιλέως, καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ, καὶ Νάθαν τοῦ προφήτου· ὅτι δι' ἐντολὴν Κυρίου τὸ πρόσταγμα ἦν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ. Τοῦτο διελέγχει τῶν Ἰουδαίων τὴν ἀφροσύνην, οἳ τὸν μέγαν Δαβὶδ προφήτην καλεῖν οὐκ ἀνέχονται. Ἐνταῦθα γὰρ ἡ Γραφὴ τῶν τριῶν μνημονεύουσα ἐπήγαγεν, «Ὅτι δι' ἐντολὴν Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ.» Μετ' ὀλίγα δὲ ὁ λόγος αἰνίττεται, ὅτι καὶ ὁ Ἀσὰφ ὑμνοποιὸς ἐγεγόνει. «Εἶπε γὰρ, φησὶν, Ἐζεκίας ὁ βασιλεὺς, καὶ οἱ ἄρχοντες, τοῖς Λευΐταις, τοῦ ὑμνεῖν τὸν Κύριον ἐν λόγοις Δαβὶδ, καὶ Ἀσὰφ τοῦ προφήτου.» Διδάσκει δὲ ἡμᾶς πάλιν ἡ ἱστορία, ὅτι τῶν ἱερέων οὐκ ἀποχρώντων ἀποδεῖραι τὴν ὁλοκαύτωσιν, ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγιάσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖται προθύμως ἡγιάσθησαν παρὰ τοὺς ἱερεῖς. Τοῦτο δὲ καὶ νῦν ἔστιν εὑρεῖν γιγνόμενον. Πρεσβυτέρου γὰρ οὐ παρόντος, καὶ τῆς χρείας κατεπειγούσης, ἀναγκάζεται καὶ διάκονος προσφέρειν τῷ δεομένῳ τὸ βάπτισμα. Ὁ μέντοι βασιλεὺς ἄγαν ὢν εὐσεβὴς, καὶ τοὺς ἐν ταῖς πόλεσι τῶν δέκα φυλῶν οἰκοῦντας εἰς τὴν ἑορτὴν συνεκάλεσε. Καί τινες μὲν ἐκωμῴδουν τοὺς συγκαλοῦντας, τινὲς δὲ ὑπακούοντες ᾔεσαν. Πλείστου δὲ πλήθους συναθροισθέντος, ἐπετελέσθη τοῦ Πάσχα ἡ ἑορτή. Πάλιν μέντοι οὐκ ἐξαρκούντων τῶν ἱερέων, οἱ Λευῖται ἔθυον τῷ πλήθει τὰ θύματα,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
