# Quaestiones in libros Regnorum et Paralipomenon 80.853

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.853

καὶ τοῖς ἱερεῦσι τὸ αἷμα προσέφερον· οἱ δὲ τοῦ θυσιαστηρίου προσέχεον βάσει. Ἐξαπίνης δὲ κληθέντες πρὶν ἁγνισθῆναι τῶν ἱερείων μετέλαβον. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει, ὅτι τὸ πλεῖστον τοῦ λαοῦ, ἀπὸ Ἐφραῒμ, καὶ Μανασσῆ, καὶ Ἰσάχαρ, καὶ Ζαβουλὼν, οὐχ ἡγιάσθησαν, ἀλλ' ἔφαγον τὸ Φασὲκ τοῦτο παρὰ τὴν θείαν Γραφήν. Ἔτυχον δὲ συγγνώμης διὰ τὴν τοῦ βασιλέως εὐσέβειαν. Προέθεσαν δὲ τῇ ἑορτῇ ἑτέρας ἰσαρίθμους ἡμέρας, τῶν ἀρχόντων παρεσχηκότων φιλοτίμως τὰ θύματα. Ἔφη δὲ τοιαύτην ἑορτὴν ἐκ τῶν ἡμερῶν Σολομῶντος μὴ γεγενῆσθαι. Ἐντεῦθεν ὁρμήσαντες, καὶ τὰ τεμένη τῶν εἰδώλων κατέλυσαν, καὶ τὰ ἄλση ἐξέτεμον, καὶ μετὰ τούτων τὰ ἐν τοῖς ὑψηλοῖς ἀνατεθέντα τῷ Θεῷ θυσιαστήρια ἐκ βάθρων ἀνέσπασαν. Ἐφρόντισε δὲ καὶ τῆς ἱερατικῆς τάξεως, καὶ τὴν ὑπὸ τοῦ προγόνου γεγενημένην ἐκράτυνε, καὶ τὸν λαὸν παρεσκεύασε τὰς κατὰ νόμον ἀπαρχὰς ἀποδοῦναι τοῖς ἱερεῦσιν. Εἶτα ὁ συγγραφεὺς ἐπήγαγεν, ὡς μετὰ τοὺς λόγους τούτους, καὶ τὴν ἀλήθειαν ταύτην, ἦλθε Σεναχηρεὶμ ὁ βασιλεὺς Ἀσσυρίων. Δηλοῖ δὲ ὁ λόγος, ὅτι καὶ τοὺς θεοσεβεῖς ἄνδρας δοκιμάζων ὁ τῶν ὅλων Θεὸς, συμφοραῖς παραπεσεῖν συγχωρεῖ, εἶτα ἐπικουρῶν διαλύει τὰ σκυθρωπά. Ὁ δὲ βασιλεὺς τῷ Θεῷ θαῤῥῶν, καὶ τὰ παρ' αὐτοῦ συνεισφέρων, πρῶτον τὰς πρὸ τῆς πόλεως πηγὰς ἐνέφραξεν· ἵνα μὴ προσεδρεύων πολιορκῇ ἔχων τὴν ἀφθονίαν τοῦ ὕδατος. Ἔπειτα τοὺς περιβόλους ὠχύρωσε, καὶ τοὺς πύργους εἰς ὕψος ἀνέστησε, καὶ προτείχισμα προσῳκοδόμησεν ἕτερον. Ἀλλ' οὔτε τούτοις, οὔτε τοῖς ὅπλοις ἐθάῤῥησεν, ἀλλὰ πρὸς τὸ πλῆθος ἔφη· «Ἀνδρίζεσθε, καὶ ἰσχύσατε· μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ βασιλέως Ἀσσυρίων, καὶ ἀπὸ προσώπου παντὸς ἔθνους τοῦ μετ' αὐτοῦ, ὅτι μεθ' ἡμῶν πλείους ὑπὲρ τοὺς μετ' αὐτοῦ. Μετ' αὐτοῦ βραχίονες σάρκινοι, μεθ' ἡμῶν Κύριος ὁ Θεὸς ἡμῶν, τοῦ σῶσαι ἡμᾶς, καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν.» Διὰ δὲ τούτων ἐδίδαξε καὶ τῆς θείας ἐπικουρίας τὸ ἄμαχον, καὶ τῆς ἀνθρωπείας φύσεως τὸ πρόσκαιρον καὶ ἐπίκηρον. Τὰ δὲ λοιπὰ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν ἔχει. Ἐπιμέμφεται δὲ αὐτῷ ἡ ἱστορία, ὅτι καὶ τοσαύτην νίκην νενικηκὼς, καὶ τῆς ἀῤῥωστίας ἀπαλλαγεὶς παραδόξως, οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ Κύριος, ἀνταπέδωκεν αὐτῷ Ἐζεκίας, «ἀλλ' ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐγένετο ὀργὴ ἐπὶ Ἰούδα, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπ' αὐτόν. Καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὑτοῦ, αὐτὸς καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Καὶ οὐκ ἦλθεν ἐπ' αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου.» Ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὅτι «Ὁ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
