# Quaestiones in libros Regnorum et Paralipomenon 80.856.1

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.856.1

ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Οὗτος μέντοι διὰ τὴν εὐσέβειαν αὐτόπτης οὐκ ἐγένετο τῶν λυπηρῶν, ἀλλὰ πρὸ τῆς ἐφόδου τῶν πολεμίων τοῦ βίου τὸ τέλος κατέλαβε. Γηὼν δὲ, ὡς προείρηται, τὸν Σιλωὰμ καλεῖ. Ὅτι μέντοι διὰ τὸ ἀναστρέψαι τὸν ἥλιον τοὺς δέκα ἀναβαθμοὺς, ἀπέστειλε πρὸς αὐτὸν τῶν Βαβυλωνίων ὁ βασιλεὺς, ἡ ἱστορία διδάσκει. Διηγησαμένη γὰρ ὃν συνήγαγε πλοῦτον, καὶ ὅσους κατεσκεύασε θησαυροὺς, ἐπήγαγε· «Καὶ εὐωδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ. Καὶ οὕτως ἐν τοῖς πρεσβευταῖς τῶν ἀρχόντων τῶν ἀπὸ Βαβυλῶνος, τοῖς ἀποσταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρ' αὐτοῦ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς, καὶ ἐγκατέλιπεν αὐτὸν Κύριος, τοῦ πειρᾶσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.» Δηλοῖ δὲ ὁ λόγος, ὅτι ἄμεινον ἐν Κυρίῳ καυχᾶσθαι. Δέον γὰρ αὐτὸν τὰ περὶ τῆς θείας δυνάμεως ἐξηγήσασθαι, τοὺς θησαυροὺς ἐπέδειξε, τοὺς οὐδὲν μόνιμον ἔχοντας. Τὸ δὲ «πειρᾶσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ,» τοῦτο σημαίνει, ὅτι ἠθέλησε γυμνῶσαι τοὺς λογισμοὺς αὐτοῦ. Οὐ γὰρ αὐτὸς ἀγνοεῖ τῶν ἀνθρώπων τὰ ἐνθυμήματα ὁ ἐπιστάμενος καρδίας μονώτατος· ἀλλὰ τοῖς ἄλλοις ἀποκαλύπτει τὰ κεκρυμμένα. Ἀπήλαυσε δὲ καὶ ἐπιταφίων λαμπρῶν. Μετὰ πολλῆς γὰρ αὐτὸν τιμῆς καὶ δόξης κατέθηκαν. Τοῦ Μανασσῆ δὲ τὴν ἀσέβειαν καὶ ἡ τῶν Βασιλειῶν ἐδίδαξε βίβλος. Οὐ γὰρ μόνον τοὺς δυσσεβεῖς βασιλεῖς ὑπερηκόντισεν· ἀλλὰ καὶ τὰ ἔθνη, φησὶν, ἃ ἐξῆρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. Ἔτισε δὲ καὶ δίκας τῆς ἀσεβείας. Παρεδόθη γὰρ τῷ βασιλεῖ τῶν Ἀσσυρίων, καὶ ἀπήχθη πεπεδημένος εἰς Βαβυλῶνα. Ἀλλὰ τῆς φιλανθρωπίας ἡ ἄβυσσος μετέδωκε καὶ τούτῳ τῶν τοῦ ἐλέους κρουνῶν· «Ὡς γὰρ ἐθλίβη, φησὶ, Μανασσῆς, ἐδεήθη τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου τοῦ Θεοῦ τῶν πατέρων αὐτοῦ. Καὶ προσηύξατο πρὸς αὐτὸν, καὶ ἐπήκουσε τῆς φωνῆς αὐτοῦ, καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω Μανασσῆς, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός.» Τοσοῦτον ἡ παιδεία τοὺς βουλομένους ὀνίνησι. Ἃ γὰρ βασιλεύων οὐκ εἶχε, ταῦτα δουλεύων ἐκτήσατο. Τῆς γὰρ δουλείας ἀπαλλαγεὶς, «περιεῖλε, φησὶ, τοὺς θεοὺς τοὺς ἀλλοτρίους, καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου, καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου, καὶ ἐν Ἱερουσαλήμ· καὶ Ἐξέβαλεν ἔξω τῆς πόλεως, καὶ κατώρθωσε θυσιαστήριον Κυρίου, καὶ ἔθυσεν ἐπ' αὐτῷ θυσίαν σωτηρίου καὶ αἰνέσεως.» Ἐδίδαξε δὲ καὶ τὸν λαὸν εὐσεβεῖν. «Εἶπε γὰρ, φησὶ, Μανασσῆς τῷ Ἰούδα, δουλεύειν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ.» Τὸ δὲ ἀτελὲς τοῦ λαοῦ πάλιν ὁ λόγος δεδήλωκεν. Ἐπήγαγε γὰρ, ὅτι ἔτι ὁ λαὸς ἐπὶ τῶν ὑψηλῶν ἐθυσίαζεν. Ὅτι δὲ τῷ Θεῷ ἐν τοῖς ὑψηλοῖς ἔθυον, σαφῶς ἐνταῦθα ἡ ἱστορία δεδήλωκεν· ἐπήγαγε γάρ· «Πλὴν εἰς κενὸν Κυρίῳ τῷ Θεῷ αὐτῶν.» Τὰ δὲ κατὰ τὸν Ἀμὼν καὶ Ἰωσίαν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἡρμηνεύσαμεν. Ζητητέον δὲ, πῶς ἔνδον οὔσης τῆς κιβωτοῦ ἐν τῷ Ἁγίῳ τῶν ἁγίων, τοῖς Λευΐταις ὁ Ἰωσίας ἁγνισθῆναι προσέταξε, τοῦ δοῦναι τὴν κιβωτὸν τὴν ἁγίαν ἐν τῷ οἴκῳ Κυρίου. Καὶ τὰ ἑξῆς δὲ τοῦτο δηλοῖ· «Καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν ἐν τῷ οἴκῳ,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
