# Quaestiones in libros Regnorum et Paralipomenon 80.857

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.857

ὃν ᾠκοδόμησε Σολομὼν, ὃ υἱὸς Δαβὶδ τοῦ βασιλέως Ἰσραήλ.» Ἐγὼ δὲ οἶμαι, ἢ τὸν Ἀσσύριον ἐπὶ τοῦ Μανασσῆ τὴν πόλιν ἑλόντα ἐξαγαγεῖν τὴν κιβωτὸν ἔνδοθεν· ἤ τινα τῶν δυσσεβῶν βασιλέων, τῶν μετὰ τὸν Ἐζεκίαν βεβασιλευκότων, ἢ τὸν Μανασσὴν, ἢ τὸν Ἀμών· εἶτα τοῦτο τὸν Ἰωσίαν μεμαθηκότα εἰς τὸν οἰκεῖον ἀποκαταστῆσαι τόπον. Πάλιν μέντοι ἡ ἱστορία τὸν Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ προφήτας ἐκάλεσε. «Κατὰ τὰς ἐντολὰς, φησὶ, Δαβὶδ, καὶ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τῶν προφητῶν τοῦ βασιλέως.» Τὸ δὲ Κερεσεὶμ εἶδος εἶναι μαντείας ὑπολαμβάνω· τοῖς γὰρ ἐγγαστριμύθοις, καὶ τοῖς γνώσταις, καὶ τοῖς θεραφὶμ συνῆπται. Τοσαύτη δὲ ἦν τοῦδε τοῦ βασιλέως ἡ ἀρετὴ, ὅτι καὶ θρῆνον ὁ προφήτης Ἱερεμίας συνέγραψε, καὶ τοῦτον τοῖς ᾠδοῖς δέδωκε, καὶ ταῖς ᾀδούσαις, ὥστε τοῦτον ᾄδειν καθ' ἕκαστον ἐνιαυτὸν ἐπιτελοῦντας τὴν μνήμην. Τὰ δὲ κατὰ τοὺς λοιποὺς βασιλεῖς ὁ προφήτης Ἱερεμίας διὰ πλειόνων ἐδίδαξεν. Ἡμεῖς δὲ διὰ τῆς θείας χάριτος κἀκείνην τὴν βίβλον ἑρμηνεύσαντες αὖθις ἑρμηνεῦσαι ταύτην περιττὸν ὑπειλήφαμεν. Ὅτι δὲ ἐκ πολλῶν προφητικῶν βίβλων ταῦτα ὁ ἱστοριογράφος μετὰ πολὺν χρόνον συνήγαγε, τὸ τέλος τῆς βίβλου ἐκδιδάσκει· μέμνηται γὰρ Κύρου τοῦ Περσῶν βασιλέως, καὶ τῆς ἐπανόδου τῶν αἰχμαλώτων.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
